Act 5
Χορός
Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην
ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;
570 παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται
φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ,
δύστανε γύναι, πάρεδρος χαλκέοις
Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
δοριθηράτοις,
575 οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.
οἴμοι.
τί παιᾶνʼ ἐμὸν στενάζεις;
αἰαῖ
τῶνδʼ ἀλγέων
580 Ζεῦ
580 καὶ συμφορᾶς.
τέκεα,
πρίν ποτʼ ἦμεν.
βέβακʼ ὄλβος, βέβακε Τροία
τλάμων.
ἐμῶν τʼ εὐγένεια παίδων.
φεῦ φεῦ.
φεῦ δῆτʼ ἐμῶν
585 κακῶν.
585 οἰκτρὰ τύχα
πόλεος,
καπνοῦται.
μόλοις, πόσις, μοι
βοᾷς τὸν παρʼ Ἅιδᾳ
παῖδʼ ἐμόν, μελέα.
590 σᾶς δάμαρτος ἄλκαρ.
σύ τʼ, λῦμʼ Ἀχαιῶν,
τέκνων δέσποθʼ ἁμῶν,
πρεσβυγενὲς Πρίαμε,
κοίμισαί μʼ ἐς Ἅιδου.
595 οἵδε πόθοι μεγάλοι
595 σχετλία, τάδε πάσχομεν ἄλγη.
οἰχομένας πόλεως
ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
πέργαμα Τροίας· αἱματόεντα δὲ
θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
600 γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε
600 δούλια Τροίᾳ.
πατρίς, μελέα
καταλειπομέναν σε δακρύω,
νῦν τέλος οἰκτρὸν ὁρᾷς.
καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.
τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
οἷος ἰάλεμος, οἷά τε πένθη
605 δάκρυά τʼ ἐκ δακρύων καταλείβεται
ἁμετέροισι δόμοις· θανὼν δʼ ἐπι-
λάθεται ἀλγέων ἀδάκρυτος.
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ λύπας ἔχει.
610 μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ
πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς
615 ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ
βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
φεῦ φεῦ·
ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.
620 ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ μοι πάλαι
625 Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.
εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων
ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.
αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·
αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.
630 ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ
ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
οὐ ταὐτόν, παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·
τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
μῆτερ, τεκοῦσα, κάλλιστον λόγον
635 ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640 ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
645 γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,
ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
πρῶτον μέν, ἔνθακἂν προσῇ κἂν μὴ προσῇ
ψόγος γυναιξίναὐτὸ τοῦτʼ ἐφέλκεται
κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
650 τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει
655 παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν,
κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.
καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν
ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,
Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660 δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.
κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα
πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ
στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.
665 καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ
τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·
ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.
ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ
670 τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ
ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
σὲ δʼ, φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
675 ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
680 Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
ἐμοὶ γὰρ οὐδʼ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
685 τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.
αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
ναύταις γὰρ ἢν μὲν μέτριος χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
690 μὲν παρʼ οἴαχʼ, δʼ ἐπὶ λαίφεσιν βεβώς,
δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
695 ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
ἀλλʼ, φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
700 φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
705 κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.
ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,
710 μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα
τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον;
μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
715 οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.
ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.
720 οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.
νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων
αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.
λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς
τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
725 ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·
μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·
730 πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν
οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,
οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
735 εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.
σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
740 φίλτατʼ, περισσὰ τιμηθεὶς τέκνον,
θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,
τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
745 λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
750 τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
755 λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν
πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.
νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
760 μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
νῦνοὔποτʼ αὖθιςμητέρʼ ἀσπάζου σέθεν,
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
765 τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
770 οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
775 δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν
θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
780 τάλαινα Τροία, μυρίους ἀπώλεσας
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
Ταλθύβιος
ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
μητρὸς μογερᾶς, βαῖνε πατρῴων
πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι
785 πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ
κηρυκεύειν, ὅστις ἄνοικτος
καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
γνώμης μᾶλλον φίλος ἐστίν.
Ἑκάβη
790 τέκνον, παῖ παιδὸς μογεροῦ,
συλώμεθα σὴν ψυχὴν ἀδίκως
μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,
δύσμορε, δράσω; τάδε σοι δίδομεν
πλήγματα κρατὸς στέρνων τε κόπους·
795 τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,
οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;
τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ
χωρεῖν ὀλέθρου διὰ παντός;
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up