Ποσειδῶν
Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
5
Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν
εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος
10
Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,
πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται
Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
15
ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα
φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
20
πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,
οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ
Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —
25
λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·
ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
30
καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς
35
Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.
τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου
40
λάθρα τέθνηκε τλημόνως Πολυξένη·
φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον
μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45
ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
Ἀθήνα
ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,
50
λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
Ποσειδῶν
ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.
Ἀθήνα
ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.
Ποσειδῶν
55
μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
Ἀθήνα
οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
Ποσειδῶν
ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
60
ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;
Ἀθήνα
ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους
καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
Ποσειδῶν
μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;
Ἀθήνα
65
τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
Ποσειδῶν
τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;
Ἀθήνα
οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
Ποσειδῶν
70
οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.
Ἀθήνα
κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.
Ποσειδῶν
καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.
Ἀθήνα
τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
Ποσειδῶν
ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;
Ἀθήνα
75
δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
Ποσειδῶν
ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;
Ἀθήνα
ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.
καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα·
80
ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
85
ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν
εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.
Ποσειδῶν
ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
90
Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι
πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.
ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.
95
μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων,
ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
Tap any Greek word to look it up