Act 6
μελισσοτρόφου Σαλαμῖνος βασιλεῦ Τελαμών,
800 νάσου περικύμονος οἰκήσας ἕδραν
τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας
πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,
ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-
805 στεύων ἅμʼ Ἀλκμήνας γόνῳ
Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·
ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος
810 πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν
ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν
καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου
815 πυρὸς φοίνικι πνοᾷ καθελὼν
Τροίας ἐπόρθησε χθόνα.
δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ
Δαρδανίας φοινία κατέλυσεν αἰχμά.
820 μάταν ἄρʼ, χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντιε παῖ,
Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
825 δέ σε γειναμένα πυρὶ δαίεται·
ἠιόνες δʼ ἅλιαι
ἴακχον οἰωνὸς οἷ-
830 ον τεκέων ὕπερ βοᾷ,
μὲν εὐνάτορας, δὲ παῖδας,
δὲ ματέρας γεραιάς.
τὰ δὲ σὰ δροσόεντα λουτρὰ
γυμνασίων τε δρόμοι
835 βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν
Ἑλλὰς ὤλεσʼ αἰχμά.
840 Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες
οὐρανίδαισι μέλων,
ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
845 κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς
οὐκέτʼ ὄνειδος ἐρῶ·
τὸ τᾶς δὲ λευκοπτέρου
φίλιον Ἁμέρας βροτοῖς
850 φέγγος ὀλοὸν εἶδε γαῖαν,
εἶδε περγάμων ὄλεθρον,
τεκνοποιὸν ἔχουσα τᾶσδε
γᾶς πόσιν ἐν θαλάμοις,
855 ὃν ἀστέρων τέθριππος ἔλα-
βε χρύσεος ὄχος ἀναρπάσας,
ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ
φίλτρα φροῦδα Τροίᾳ.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up