Third Episode
τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
μετά τε φιλοχόρου κιθάρας
συρίγγων θʼ ὑπὸ καλαμοεσ-
σᾶν ἔστασεν ἰαχάν,
1040 ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι
δαιτὶ θεῶν ἔνι Πιερίδες
χρυσεοσάνδαλον ἴχνος
ἐν γᾷ κρούουσαι
Πηλέως ἐς γάμον ἦλθον,
1045 μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν,
Κενταύρων ἐν ὄρεσι κλέουσαι
Πηλιάδα καθʼ ὕλαν.
δὲ Δαρδανίδας, Διὸς
1050 λέκτρων τρύφημα φίλον,
χρυσέοισιν ἄφυσσε λοιβὰν
ἐν κρατήρων γυάλοις,
Φρύγιος Γανυμήδης.
παρὰ δὲ λευκοφαῆ ψάμαθον
1055 εἱλισσόμεναι κύκλια
πεντήκοντα κόραι γάμους
Νηρέως ἐχόρευσαν.
ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ
θίασος ἔμολεν ἱπποβάτας
1060 Κενταύρων ἐπὶ δαῖτα τὰν
θεῶν κρατῆρά τε Βάκχου.
μέγα δʼ ἀνέκλαγον· Νηρηὶ κόρα,
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
μάντις φοιβάδα μοῦσαν
1065 εἰδὼς γεννάσειν
Χείρων ἐξονόμαζεν,
ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
ἀσπισταῖς Πριάμοιο κλεινὰν
1070 γαῖαν ἐκπυρώσων,
περὶ σώματι χρυσέων
ὅπλων Ἡφαιστοπόνων
κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς
ματρὸς δωρήματʼ ἔχων
1075 Θέτιδος, νιν ἔτικτεν.
μακάριον τότε δαίμονες
τᾶς εὐπάτριδος γάμον
Νηρῄδων ἔθεσαν πρώτας
Πηλέως θʼ ὑμεναίους.
Χορός
1080 σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν
πλόκαμον Ἀργεῖοι, βαλιὰν
ὥστε πετραίων ἀπʼ ἄντρων
ἐλθοῦσαν ὀρέων
μόσχον ἀκήρατον, βρότειον
αἱμάσσοντες λαιμόν·
1085 οὐ σύριγγι τραφεῖσαν οὐδʼ
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς Αἰδοῦς
1090 τὸ τᾶς Ἀρετᾶς ἔχει
σθένειν τι πρόσωπον,
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, δʼ Ἀρετὰ κατόπι-
σθεν θνατοῖς ἀμελεῖται,
1095 Ἀνομία δὲ νόμων κρατεῖ,
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
μή τις θεῶν φθόνος ἔλθῃ;
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up