Parodos
Ἀγαμέμνων
τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;
ἔα·
Μενέλαος
οὑμὸς οὐχ τοῦδε μῦθος κυριώτερος λέγειν.
Ἀγαμέμνων
σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις;
Μενέλαος
320 βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω.
Ἀγαμέμνων
μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
Μενέλαος
τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
Ἀγαμέμνων
εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
Μενέλαος
οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
Ἀγαμέμνων
325 γὰρ οἶσθʼ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς;
Μενέλαος
ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας σὺ κάκʼ εἰργάσω λάθρᾳ.
Ἀγαμέμνων
ποῦ δὲ κἄλαβές νιν; θεοί, σῆς ἀναισχύντου φρενός.
Μενέλαος
προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται.
Ἀγαμέμνων
τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
Μενέλαος
330 ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
Ἀγαμέμνων
οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
Μενέλαος
πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα.
Ἀγαμέμνων
εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή.
Μενέλαος
νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
335 βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο
ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ.
οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
340 καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσικεἰ μή τις θέλοι
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
345 δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν.
350 ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,
οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν
355 χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.
κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; —
ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
360 ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,
οὐ βίᾳμὴ τοῦτο λέξῃςσῇ δάμαρτι, παῖδα σὴν
δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
365 οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν.
μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα
ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς,
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
370 Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω,
, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·
375 πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.
Χορός
δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν.
Ἀγαμέμνων
βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
380 ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων;
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν;
οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς
ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, μὴ σφαλείς;
385 οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
390 ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
φιλόγαμοι μνηστῆρες δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός,
κἀξέπραξεν αὐτὸ μᾶλλον σὺ καὶ τὸ σὸν σθένος
οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν.
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι
395 τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ
παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,
ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
400 ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·
εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς.
Χορός
οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων
μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων.
Μενέλαος
αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας.
Ἀγαμέμνων
405 εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.
Μενέλαος
δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;
Ἀγαμέμνων
συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν.
Μενέλαος
ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.
Ἀγαμέμνων
εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ.
Μενέλαος
410 οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
Ἀγαμέμνων
Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
Μενέλαος
σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας
φίλους τʼ ἐπʼ ἄλλους
Πανελλήνων ἄναξ,
Αγγελος Α
415 Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
420 ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
425 ἥκω· πέπυσται γὰρ στρατόςταχεῖα γὰρ
διῇξε φήμηπαῖδα σὴν ἀφιγμένην.
πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
430 λέγουσι δʼ· Ὑμέναιός τις τί πράσσεται;
πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε·
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
435 ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ,
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ.
Ἀγαμέμνων
440 ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω·
τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς.
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν.
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
445 πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον.
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
450 τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν.
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας,
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
455 πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς μοι πάρος
ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς.
460 τὴν δʼ αὖ τάλαιναν παρθένοντί παρθένον;
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα
ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
465 παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται
οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.
αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον
γήμας Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορός
κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην
470 ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
Μενέλαος
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Ἀγαμέμνων
δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ.
Μενέλαος
Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς
τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα,
475 μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ.
ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
480 οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν·
καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον
μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν,
θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος.
485 τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι;
ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν,
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
ἄφρων νέος τʼ , πρὶν τὰ πράγματʼ ἐγγύθεν
490 σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
495 ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος,
σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
500 ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
Χορός
γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
505 πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.
Ἀγαμέμνων
αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως.
ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
510 τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
Μενέλαος
πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
Ἀγαμέμνων
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
Μενέλαος
515 οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν.
Ἀγαμέμνων
λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν.
Μενέλαος
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Ἀγαμέμνων
Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ.
Μενέλαος
οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές.
Ἀγαμέμνων
520 τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
Μενέλαος
κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.
Ἀγαμέμνων
ἐκεῖνο δʼ οὐ δέδοικας ἔμʼ ἐσέρχεται;
Μενέλαος
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον;
Ἀγαμέμνων
τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε.
Μενέλαος
525 οὐκ ἔστʼ Ὀδυσσεὺς τι σὲ κἀμὲ πημανεῖ.
Ἀγαμέμνων
ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα.
Μενέλαος
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
Ἀγαμέμνων
οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις
λέξειν Κάλχας θέσφατʼ ἐξηγήσατο,
530 κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην,
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
535 συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματʼ· τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
540 μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών,
ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ξέναι, φυλάσσετε.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up