First Stasimon
Χορός Ανδρων Αργειων
590 ἰὼ ἰώ· μεγάλαι μεγάλων
εὐδαιμονίαι· τὴν τοῦ βασιλέως
ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν,
τὴν Τυνδάρεω τε Κλυταιμήστραν·
ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ
595 ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας.
θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι
τοῖς οὐκ εὐδαίμοσι θνητῶν.
Χορός
στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
τὴν βασίλειαν δεξώμεθʼ ὄχων
600 ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,
ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,
μὴ ταρβήσῃ νεωστί μοι μολὸν
κλεινὸν τέκνον Ἀγαμέμνονος,
μηδὲ θόρυβον μηδʼ ἔκπληξιν
605 ταῖς Ἀργείαις
ξεῖναι ξείναις παρέχωμεν.
Κλυταιμήστρα
ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις
610 πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων
ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,
καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
σὺ δʼ, τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
615 ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·
620 φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς·
625 ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον·
πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
630 καὶδεῦρο δὴπατέρα πρόσειπε σὸν φίλον.
Ἰφιγένεια
μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή·
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμήστρα
σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ἰφιγένεια
635 ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, πάτερ,
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.
Κλυταιμήστρα
ἀλλʼ, τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ
μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον.
Ἰφιγένεια
640 πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ.
Ἀγαμέμνων
καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
Ἰφιγένεια
χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ.
Ἀγαμέμνων
οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
Ἰφιγένεια
ἔα·
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών.
Ἀγαμέμνων
645 πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
Ἰφιγένεια
παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου.
Ἀγαμέμνων
ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ἰφιγένεια
μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον.
Ἀγαμέμνων
ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον.
Ἰφιγένεια
650 κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν;
Ἀγαμέμνων
μακρὰ γὰρ ἡμῖν ʼπιοῦσʼ ἀπουσία.
Ἰφιγένεια
οὐκ οἶδʼ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ.
Ἀγαμέμνων
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις.
Ἰφιγένεια
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.
Ἀγαμέμνων
655 παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα.
Ἰφιγένεια
μένʼ, πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν.
Ἀγαμέμνων
θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι.
Ἰφιγένεια
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
Ἀγαμέμνων
ἄλλους ὀλεῖ πρόσθʼ ἐμὲ διολέσαντʼ ἔχει.
Ἰφιγένεια
660 ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
Ἀγαμέμνων
καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
Ἰφιγένεια
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
Ἀγαμέμνων
οὗ μήποτʼ οἰκεῖν ὤφελʼ Πριάμου Πάρις.
Ἰφιγένεια
μακρὰν ἀπαίρεις, πάτερ, λιπὼν ἐμέ.
Ἀγαμέμνων
665 εἰς ταὐτόν, θύγατερ, ἥκεις σῷ πατρί.
Ἰφιγένεια
φεῦ·
εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ.
Ἀγαμέμνων
ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός.
Ἰφιγένεια
σὺν μητρὶ πλεύσασʼ μόνη πορεύσομαι;
Ἀγαμέμνων
μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος.
Ἰφιγένεια
670 οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ;
Ἀγαμέμνων
ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας.
Ἰφιγένεια
σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
Ἀγαμέμνων
θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε.
Ἰφιγένεια
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν.
Ἀγαμέμνων
675 εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
Ἰφιγένεια
στήσομεν ἄρʼ ἀμφὶ βωμόν, πάτερ, χορούς;
Ἀγαμέμνων
ζηλῶ σὲ μᾶλλον ʼμὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντόςὀφθῆναι κόραις
πικρόνφίλημα δοῦσα δεξιάν τέ μοι,
680 μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
στέρνα καὶ παρῇδες, ξανθαὶ κόμαι,
ὡς ἄχθος ὑμῖν ἐγένεθʼ Φρυγῶν πόλις
Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ
νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου.
685 ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
690 παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
Κλυταιμήστρα
οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·
ἀλλʼ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
695 τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας,
γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Ἀγαμέμνων
Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός.
Κλυταιμήστρα
ταύτην δὲ θνητῶν θεῶν ἔζευξε τίς;
Ἀγαμέμνων
Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμήστρα
700 τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
Ἀγαμέμνων
Πηλεύς· Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην.
Κλυταιμήστρα
θεοῦ διδόντος, βίᾳ θεῶν λαβών;
Ἀγαμέμνων
Ζεὺς ἠγγύησε καὶ δίδωσʼ κύριος.
Κλυταιμήστρα
γαμεῖ δὲ ποῦ νιν; κατʼ οἶδμα πόντιον;
Ἀγαμέμνων
705 Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
Κλυταιμήστρα
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Ἀγαμέμνων
ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί.
Κλυταιμήστρα
Θέτις δʼ ἔθρεψεν πατὴρ Ἀχιλλέα;
Ἀγαμέμνων
Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμήστρα
710 φεῦ·
710 σοφός γʼ θρέψας χὡ διδοὺς σοφώτερος.
Ἀγαμέμνων
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμήστρα
οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος;
Ἀγαμέμνων
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
715 κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
Κλυταιμήστρα
ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
720 κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
Ἀγαμέμνων
θύσας γε θύμαθʼ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
725 οἶσθʼ οὖν δρᾶσον, γύναι; πιθοῦ δέ μοι.
Κλυταιμήστρα
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ νυμφίος
Κλυταιμήστρα
μητρὸς τί χωρὶς δράσεθʼ, ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
730 ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
730 μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
Ἀγαμέμνων
χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;
Ἀγαμέμνων
ἐγὼ παρέξω φῶς νυμφίοις πρέπει.
Κλυταιμήστρα
οὐχ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
Ἀγαμέμνων
735 οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.
Κλυταιμήστρα
καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
Ἀγαμέμνων
καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμήστρα
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Ἀγαμέμνων
πιθοῦ.
Κλυταιμήστρα
740 ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,
χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
Ἀγαμέμνων
οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
745 τέχνας πορίζω, πανταχῇ νικώμενος.
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
750 γυναῖκα χρηστὴν κἀγαθήν, μὴ τρέφειν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up