Πρεσβύτης
855
ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω,
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
Ἀχιλλεύς
τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.
Πρεσβύτης
δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ.
Ἀχιλλεύς
τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.
Πρεσβύτης
860
τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
Ἀχιλλεύς
ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα.
Πρεσβύτης
ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις;
Ἀχιλλεύς
ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων.
Πρεσβύτης
ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω.
Ἀχιλλεύς
865
ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά.
Κλυταιμήστρα
δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν.
Πρεσβύτης
οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
Κλυταιμήστρα
οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
Πρεσβύτης
χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
Κλυταιμήστρα
870
ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε.
Πρεσβύτης
ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει.
Κλυταιμήστρα
ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους.
Πρεσβύτης
παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
Κλυταιμήστρα
πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.
Πρεσβύτης
875
φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
Κλυταιμήστρα
ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;
Πρεσβύτης
ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ.
Κλυταιμήστρα
ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;
Πρεσβύτης
θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.
Κλυταιμήστρα
880
ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν.
Πρεσβύτης
Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ.
Κλυταιμήστρα
εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;
Πρεσβύτης
πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.
Κλυταιμήστρα
ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων;
Πρεσβύτης
885
ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.
Κλυταιμήστρα
ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.
Πρεσβύτης
οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη.
Κλυταιμήστρα
οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω.
Πρεσβύτης
εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.
Κλυταιμήστρα
890
σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
Πρεσβύτης
δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
Κλυταιμήστρα
οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην;
Πρεσβύτης
μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ.
Κλυταιμήστρα
κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
Πρεσβύτης
895
Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος.
Κλυταιμήστρα
ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;
Ἀχιλλεύς
ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω.
Κλυταιμήστρα
παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
Ἀχιλλεύς
μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
Κλυταιμήστρα
900
οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ
τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως.
905
σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην,
νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,
ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος —
910
ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών —
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ·
οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις,
ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ
ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ—
915
χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
Χορός
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων.
Ἀχιλλεύς
ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
920
ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν,
925
ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
930
ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν
παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί.
σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν,
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
935
κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον
940
πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν,
εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.
ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ,
945
ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν,
ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς,
εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον
Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο,
950
οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,
οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις·
ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,
ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος,
Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται.
955
πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεται
Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστʼ ἀνήρ,
ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει
τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι
960
θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε·
ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ.
χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα,
θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶ
μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει.
965
ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον
ἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂν
τὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην.
νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις
ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.
970
τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ,
εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται.
ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι
μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι.
Χορός
975
ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια
καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.
Κλυταιμήστρα
φεῦ·
πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις,
μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν;
αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ
980
μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν.
αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους,
ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν.
ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ
ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
985
οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν·
ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν,
κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα
ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις
θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.
990
ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη·
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ,
ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον.
995
εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.
ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
Ἀχιλλεύς
σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν,
μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·
1000
στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον,
εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
1005
ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν·
ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.
Κλυταιμήστρα
ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
Ἀχιλλεύς
ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.
Κλυταιμήστρα
1010
τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου.
Ἀχιλλεύς
πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.
Κλυταιμήστρα
κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
Ἀχιλλεύς
ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
Κλυταιμήστρα
ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.
Ἀχιλλεύς
1015
ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·
ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν
χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι,
1020
στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα
λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις
σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.
Κλυταιμήστρα
ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ.
1025
ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,
ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν
ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν;
Ἀχιλλεύς
ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην
1030
Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον
αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.
Κλυταιμήστρα
ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών.
εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
1035
ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;
Tap any Greek word to look it up