The Plot and Reversal
Εἰνοδία θύγατερ Δάματρος, τῶν
νυκτιπόλων ἐφόδων ἀνάσσεις
1050 καὶ μεθαμερίων, ὅδωσον
δυσθανάτων κρατήρων πλη-
ρώματʼ ἐφʼ οἷσι πέμπει
πότνια πότνιʼ ἐμὰ χθονίας
Γοργοῦς λαιμοτόμων ἀπὸ
1055 σταλαγμῶν
τῷ τῶν Ἐρεχθεϊδᾶν
δόμων ἐφαπτομένῳ·
μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ-
κων πόλεως ἀνάσσοι
1060 πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-
νας, τε καιρὸς ἄπεισι τόλμας,
νῦν ἐλπὶς ἐφαίνετʼ, θη-
κτὸν ξίφος δαίμων ἐξά-
1065 ψει βρόχον ἀμφὶ δειρήν,
πάθεσι πάθεα δʼ ἐξανύτουσʼ
εἰς ἄλλας βιότου κάτει-
σι μορφάς.
οὐ γὰρ δόμων γʼ ἑτέρους
1070 ἄρχοντας ἀλλοδαποὺς
ζῶσά ποτʼ ὄμμασι ἐν φαεν-
ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς
τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
αἰσχύνομαι τὸν πολύυ-
1075 μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
λαμπάδα θεωρὸν εἰκάδων
ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
καὶ Διὸς ἀστερωπὸς
ἀνεχόρευσεν αἰθήρ,
1080 χορεύει δὲ σελάνα
καὶ πεντήκοντα κόραι
Νηρέος, αἱ κατὰ πόντον
ἀενάων τε ποταμῶν
δίνας, χορευόμεναι
1085 τὰν χρυσοστέφανον κόραν
καὶ ματέρα σεμνάν·
ἵνʼ ἐλπίζει βασιλεύ-
σειν ἄλλων πόνον ἐσπεσὼν
Φοίβειος ἀλάτας.
1090 ὁρᾶθʼ ὅσοι δυσκελάδοι-
σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις
ἁμέτερα λέχεα καὶ γάμους
Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
εὐσεβίᾳ κρατοῦμεν
1095 ἄδικον ἄροτον ἀνδρῶν.
παλίμφαμος ἀοιδὰ
καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω
δυσκέλαδος ἀμφὶ λέκτρων.
δείκνυσι γὰρ Διὸς ἐκ
1100 παίδων ἀμνημοσύναν,
οὐ κοινὰν τεκέων τύχαν
οἴκοισι φυτεύσας
δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί-
ταν ἄλλαν θέμενος χάριν
1105 νόθου παιδὸς ἔκυρσεν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up