First Episode
Ἴων
γενναιότης σοι, καὶ τρόπων τεκμήριον
τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, γύναι.
γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
240 τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
240 ἔα·
ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, γύναι;
245 πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα
ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
250 μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
τλήμονες γυναῖκες· τολμήματα
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
255 τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
Κρέουσα
οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων
τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
260 Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
τοσαῦτα κεὐτυχοῦμεν, ξένʼ, οὐ πέρα.
Ἴων
265 πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ;
Κρέουσα
τί χρῆμʼ ἐρωτᾷς, ξένʼ, ἐκμαθεῖν θέλων;
Ἴων
ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρέουσα
Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ.
Ἴων
καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρέουσα
270 ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ἴων
δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ;
Κρέουσα
Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ἴων
ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρέουσα
τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ἴων
275 εἶἑν·
275 τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς μάτην λόγος
Κρέουσα
τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα
280 βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
Ἴων
πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα
πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
Ἴων
Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
Κρέουσα
τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
Ἴων
285 τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
Κρέουσα
τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
Ἴων
τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα
οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
Ἴων
πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
Κρέουσα
290 οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.
Ἴων
τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων
καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις
Ἴων
295 ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
Κρέουσα
ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
σὺν ἀνδρὶ δʼ ἥκεις μόνη χρηστήρια;
Κρέουσα
300 σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.
Ἴων
πότερα θεατὴς χάριν μαντευμάτων;
Κρέουσα
κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, παίδων πέρι;
Κρέουσα
ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
305 οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;
Κρέουσα
Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, γύναι.
Κρέουσα
310 ἀνάθημα πόλεως, τινος πραθεὶς ὕπο;
Ἴων
οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
ἡμεῖς σʼ ἄρʼ αὖθις, ξένʼ, ἀντοικτίρομεν.
Ἴων
ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
ναοῖσι δʼ οἰκεῖς τοισίδʼ κατὰ στέγας;
Ἴων
315 ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
Κρέουσα
παῖς δʼ ὢν ἀφίκου ναὸν νεανίας;
Ἴων
βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
οὐπώποτʼ ἔγνων μαστόν· δʼ ἔθρεψέ με
Κρέουσα
320 τίς, ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
Ἴων
Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
τάλαινά σʼ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
Ἴων
325 ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρέουσα
ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, δουλεύομεν.
Κρέουσα
οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
ἔχω γὰρ οὐδέν, γύναι, τεκμήριον.
Κρέουσα
330 φεῦ·
330 πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
Ἴων
τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
335 λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
Κρέουσα
ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
Ἴων
οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς θεός.
Κρέουσα
Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ξένη.
Κρέουσα
340 καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ἴων
οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
Κρέουσα
τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
345 δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος;
Κρέουσα
οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
350 ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
Ἴων
ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων
χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
355 ἀδικεῖ νιν θεός· τεκοῦσα δʼ ἀθλία.
Κρέουσα
οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
οἴμοι· προσῳδὸς τύχη τὠμῷ πάθει.
Κρέουσα
360 καὶ σέ, ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
Ἴων
καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
οἶσθʼ οὖν κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
365 πῶς θεὸς λαθεῖν βούλεται μαντεύσεται;
Κρέουσα
εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
Κρέουσα
ἀλγύνεται δέ γʼ παθοῦσα τῇ τύχῃ.
Ἴων
οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
370 ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
375 εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
φράζειν μὴ θέλουσιν, προβωμίοις
σφαγαῖσι μήλων διʼ οἰωνῶν πτεροῖς.
ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
ἄκοντα κεκτήμεσθα τἀγάθʼ, γύναι·
380 δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
Χορός
πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς
μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρέουσα
Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ
385 ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,
οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,
εἰ δʼ ἔστιν
390 ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
κωλυόμεσθα μὴ μαθεῖν βούλομαι.
ἀλλʼ, ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
395 σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
400 μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
Ξοῦθος
πρῶτον μὲν θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, γύναι.
μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
Κρέουσα
οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι
405 λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξοῦθος
οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
Κρέουσα
410 πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
ἔλθοιμεν, τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ἴων
ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
415 οἳ πλησίον θάσσουσι τρίποδος, ξένε,
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
420 κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ
τῇδʼ — αἰσία γάρθεοῦ λαβεῖν μαντεύματα.
σὺ δʼ ἀμφὶ βωμούς, γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα
425 ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρῄζειθεὸς γάρ ἐστιδέξομαι.
Ἴων
τί ποτε λόγοισιν ξένη πρὸς τὸν θεὸν
430 κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
435 πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
δρόσον καθήσω. νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
440 ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι
445 δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,
σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
450 λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up