Second Episode
Ἴων
510 πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων
θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος, μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός
ἐν δόμοις ἔστʼ, ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
515 ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν
δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος
τέκνον, χαῖρʼ· γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων
χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
Ξοῦθος
δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
Ἴων
520 εὖ φρονεῖς μέν; σʼ ἔμηνε θεοῦ τις, ξένε, βλάβη;
Ξοῦθος
σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
Ἴων
παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
Ξοῦθος
ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
Ἴων
οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξοῦθος
525 ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα
Ἴων
οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος
κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ἴων
ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξοῦθος
οὔ· τρέχων μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων
530 καὶ τί μοι λέξεις;
530 πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
τίς λέγει τάδε;
ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
μαρτυρεῖς σαυτῷ.
τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
ἐσφάλης αἴνιγμʼ ἀκούσας.
οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
δὲ λόγος τίς ἐστι Φοίβου;
τὸν συναντήσαντά μοι
535 τίνα συνάντησιν;
535 δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ
συμφορᾶς τίνος κυρῆσαι;
παῖδʼ ἐμὸν πεφυκέναι.
σὸν γεγῶτʼ, δῶρον ἄλλως;
δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
οὐκ ἄλλῳ, τέκνον.
τύχη πόθεν ποθʼ ἥκει;
δύο μίαν θαυμάζομεν.
540 ἔα. τίνος δέ σοι πέφυκα μητρός;
540 οὐκ ἔχω φράσαι.
οὐδὲ Φοῖβος εἶπε;
τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
γῆς ἄρʼ ἐκπέφυκα μητρός.
οὐ πέδον τίκτει τέκνα.
πῶς ἂν οὖν εἴην σός;
οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
φέρε λόγων ἁψώμεθʼ ἄλλων.
ταῦτʼ ἀμείνονʼ, τέκνον.
545 ἦλθες ἐς νόθον τι λέκτρον;
545 μωρίᾳ γε τοῦ νέου.
πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
οὐ γὰρ ὕστερόν γέ πω.
ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;
τῷ χρόνῳ γε συντρέχει.
κᾆτα πῶς ἀφικόμεσθα δεῦρο
ταῦτʼ ἀμηχανῶ.
διὰ μακρᾶς ἐλθὼν κελεύθου;
τοῦτο κἄμʼ ἀπαιολεῖ.
550 Πυθίαν δʼ ἦλθες πέτραν πρίν;
550 ἐς φανάς γε Βακχίου.
προξένων δʼ ἔν του κατέσχες;
ὅς με Δελφίσιν κόραις
ἐθιάσευσʼ, πῶς τάδʼ αὐδᾷς;
Μαινάσιν γε Βακχίου.
ἔμφρονʼ κάτοινον ὄντα;
Βακχίου πρὸς ἡδοναῖς.
τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν.
πότμος ἐξηῦρεν, τέκνον.
555 πῶς δʼ ἀφικόμεσθα ναούς;
555 ἔκβολον κόρης ἴσως.
ἐκπεφεύγαμεν τὸ δοῦλον.
πατέρα νυν δέχου, τέκνον.
τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
εὖ φρονεῖς ἄρα.
καὶ τί βουλόμεσθά γʼ ἄλλο
νῦν ὁρᾷς χρή σʼ ὁρᾶν.
Διὸς παιδὸς γενέσθαι παῖς;
σοί γε γίγνεται.
560 θίγω δῆθʼ οἵ μʼ ἔφυσαν;
560 πιθόμενός γε τῷ θεῷ.
χαῖρέ μοι, πάτερ
φίλον γε φθέγμʼ ἐδεξάμην τόδε.
ἡμέρα θʼ νῦν παροῦσα.
μακάριόν γʼ ἔθηκέ με.
φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας;
νῦν ποθῶ σε μᾶλλον πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν.
565 ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
Χορός
κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι·
ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν
ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους.
Ξοῦθος
τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570 ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ,
σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος.
δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος,
ὅπως σύ τʼ, παῖ, μητέρʼ εὑρήσεις σέθεν,
ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς.
575 χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν.
ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν
ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν
580 δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα,
ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου.
σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ἴων
585 οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων.
ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ,
ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590 κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής.
καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν
μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·
595 ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600 γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδʼ, πάτερ, φιλεῖ·
605 οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
γυναῖκά θʼ ὡς ἄτεκνον, κοινουμένη
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
610 αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
κᾆτʼ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
615 τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
620 πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
625 αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
ζῆν ἂν θέλοιμι μᾶλλον τύραννος ὤν,
τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
εἴποις ἂν ὡς χρυσὸς ἐκνικᾷ τάδε,
630 πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·
εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
635 ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ
πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
θεῶν δʼ ἐν εὐχαῖς γόοισιν βροτῶν,
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
640 καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι,
ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν .
δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ,
δίκαιον εἶναί μʼ νόμος φύσις θʼ ἅμα
παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
645 κρείσσω νομίζω τἀνθάδʼ τἀκεῖ, πάτερ.
ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ χάρις,
μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
Χορός
καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
Ξοῦθος
650 παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θʼ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
655 δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
660 δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
665 πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.
ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.
Ἴων
στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·
εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,
670 ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,
ἐκ τῶν Ἀθηνῶν μʼ τεκοῦσʼ εἴη γυνή,
ὥς μοι γένηται μητρόθεν παρρησία.
καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
κἂν τοῖς λόγοισιν ἀστὸς , τό γε στόμα
675 δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up