Second Stasimon
Χορός
— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν·
ἔπαθες, εἰργάσω
τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς
815 πάλαισμα μελέας.
— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις,
τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα,
ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820 κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
κατακονὰ μὲν οὖν ἀβίοτος βίου·
κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν,
μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830 αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
τύχαν δαιμόνων
ἀμπλακίαισι τῶν πάροιθέν τινος.
οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
835 πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος.
τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας·
ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840 τίνος κλύω; πόθεν θανάσιμος τύχα,
γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν;
εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
ὤμοι μοι σέθεν,
845 μέλεος, οἷον εἶδον ἄλγος δόμων,
οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην·
ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται.
ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ
850 φέγγος ἀελίου
τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος.
δάκρυσί μου βλέφαρα
καταχυθέντα τέγγεται σᾷ τύχᾳ·
855 τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
Θησεύς
ἔα ἔα·
τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς
ἠρτημένη; θέλει τι σημῆναι νέον;
ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
860 θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως
οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή.
καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με.
φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων
865 ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Χορός
— φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
— ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
870 φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
Θησεύς
οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,
875 οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.
Χορός
τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
Θησεύς
βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω
βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος
880 φθεγγόμενον τλάμων.
Χορός
αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θησεύς
τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
καθέξω δυσεκπέρατον, ὀλοὸν
κακόν· ἰὼ πόλις.
885 Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας.
ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι
τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι
890 τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορός
ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν·
γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.
Θησεύς
οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς,
δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται·
895 ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορός
καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,
900 Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ
Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ἱππόλυτος
κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις
οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν.
905 ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ,
νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον·
ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
910 πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς·
ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται.
οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους
915 κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
Θησεύς
ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην,
τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε,
ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω,
920 φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ἱππόλυτος
δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι.
ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς.
Θησεύς
925 φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος,
δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν,
930 ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο
πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα.
Ἱππόλυτος
ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι;
ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με
935 λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησεύς
φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός.
τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται,
ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
940 πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται
945 πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας,
τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί.
σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
950 οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς
σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων
βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς·
955 ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ
σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς;
ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ·
960 ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν;
μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
τοῖς γνησίοισι πολέμιον πεφυκέναι·
κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις,
965 εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν.
ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους,
οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα·
970 τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς,
καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
975 μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι,
οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ
κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
980 φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν.
Χορός
οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα
θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν.
Ἱππόλυτος
πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν
δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους,
985 εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος.
ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν.
990 ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν,
ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ,
995 οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ
μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις·
1000 οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
1005 γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·
δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο
1010 πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
1015 θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος
σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν
1020 κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
1025 νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
1030 καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον
οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
1035 ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
Χορός
ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς
ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
1040 ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;
Ἱππόλυτος
καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
Θησεύς
1045 ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.
ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
1050 μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.
Ἱππόλυτος
οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύς
πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος
1055 οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς
ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτος
1060 ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύς
οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
1065 οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
Ἱππόλυτος
ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
Θησεύς
ὅστις γυναικῶν λυμεῶνας ἥδεται
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
Ἱππόλυτος
1070 αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε,
εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
Θησεύς
τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν
ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ἱππόλυτος
ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
1075 καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
Θησεύς
ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ἱππόλυτος
φεῦ·
εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.
Θησεύς
1080 πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ἱππόλυτος
ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί·
μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος.
Θησεύς
οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε
1085 πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
Ἱππόλυτος
κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται·
σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θησεύς
δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις·
οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς.
Ἱππόλυτος
1090 ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ·
ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω.
ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ
κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
1095 καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον,
ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα,
χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι.
ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός·
1100 ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον
ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up