First Stasimon
Χορός
τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
φρένας ἐπίσσυτος;
Φαίδρα
575 ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις
ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χορός
σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα
φάτις δωμάτων.
ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
Φαίδρα
ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χορός
585 ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·
γεγωνεῖ δ’ ὅπᾳ
διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
Φαίδρα
καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
590 τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.
Χορός
ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
τί σοι μήσομαι;
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —
Φαίδρα
αἰαῖ, ἒ ἔ.
Χορός
595 πρόδοτος ἐκ φίλων.
Φαίδρα
ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,
φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.
Χορός
πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;
Φαίδρα
οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,
600 τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
Ἱππόλυτος
ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.
Τροφός
σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.
Ἱππόλυτος
οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.
Τροφός
605 ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
Ἱππόλυτος
οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
Τροφός
ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
Ἱππόλυτος
τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
Τροφός
ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ἱππόλυτος
610 τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.
Τροφός
ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
Ἱππόλυτος
ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφός
ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
Ἱππόλυτος
ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφός
615 σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
Ἱππόλυτος
ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
620 ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
625 νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·
προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
630 ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς
635 γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς
λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.
ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
640 σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
645 χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη
θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα
μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ
650 βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι.
ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα,
λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς·
ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
655 ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ;
εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι·
εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί.
νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς
660 Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα.
θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή·
τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι
665 γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·
ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.
τάλανες ὦ κακοτυχεῖς
γυναικῶν πότμοι.
670 τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας
σφαλεῖσαι κάθαμμα λύειν λόγους;
ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.
πᾷ ποτ’ ἐξαλύξω τύχας;
πῶς δὲ πῆμα κρύψω, φίλαι;
675 τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος
πέραν δυσεκπέρατον ἔρχεται βίου.
κακοτυχεστάτα γυναικῶν ἐγώ.
680 φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,
δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.
ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
685 οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —
σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;
σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς
θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
690 ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,
πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους
πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
695 δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·
τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.
ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι
ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.
700 εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·
πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
705 ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.
παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
παρῄνεσάς μοι κἀπεχείρησας κακά.
ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς.
710 ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ,
σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε.
ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
715 καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ
εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,
αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους,
720 οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι
αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι.
εὔφημος ἴσθι.
καὶ σύ γ’ εὖ με νουθέτει.
725 ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ
τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι.
ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι
θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς
730 ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι
κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up