The Messenger
Ἄρτεμις
σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
παῖδἐπακοῦσαι·
1285 Λητοῦς δὲ κόρη σἌρτεμις αὐδῶ.
Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
παῖδοὐχ ὁσίως σὸν ἀποκτείνας,
ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
ἀφανῆ; φανερὰν δἔσχεθες ἄτην.
1290 πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
δέμας αἰσχυνθείς,
πτηνὸς ἄνω μεταβὰς βίοτον
πήματος ἔξω πόδα τοῦδἀνέχεις;
ὡς ἔν γἀγαθοῖς ἀνδράσιν οὔ σοι
1295 κτητὸν βιότου μέρος ἐστίν.
ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν·
καίτοι προκόψω γοὐδέν, ἀλγυνῶ δέ σε.
ἀλλἐς τόδἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
τοῦ σοῦ δικαίαν, ὡς ὑπεὐκλείας θάνῃ,
1300 καὶ σῆς γυναικὸς οἶστρον τρόπον τινὰ
γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν
ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
1305 τροφοῦ διώλετοὐχ ἑκοῦσα μηχαναῖς,
σῷ διὅρκων παιδὶ σημαίνει νόσον.
δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
λόγοισιν, οὐδαὖ πρὸς σέθεν κακούμενος
ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
1310 δεἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
δόλοισι σὸν παῖδ’· ἀλλὅμως ἔπεισέ σε.
Θησεύς
οἴμοι.
δάκνει σε, Θησεῦ, μῦθος; ἀλλἔχἥσυχος,
Ἄρτεμις
τοὐνθένδἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
1315 ἆροἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
ὧν τὴν μίαν παρεῖλες, κάκιστε σύ,
ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
ἔδωχὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν·
1320 σὺ δἔν τἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός,
ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον σἐχρῆν
ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
Θησεύς
1325 δέσποιν’, ὀλοίμην.
1325 δείνἔπραξας, ἀλλὅμως
Ἄρτεμις
ἔτἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν·
Κύπρις γὰρ ἤθελὥστε γίγνεσθαι τόδε,
πληροῦσα θυμόν. θεοῖσι δὧδἔχει νόμος·
οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
1330 τῇ τοῦ θέλοντος, ἀλλἀφιστάμεσθἀεί.
ἐπεί, σάφἴσθι, Ζῆνα μὴ φοβουμένη
οὐκ ἄν ποτἦλθον ἐς τόδαἰσχύνης ἐγὼ
ὥστἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
1335 τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης·
ἔπειτα δ θανοῦσἀνήλωσεν γυνὴ
λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
μάλιστα μέν νυν σοὶ τάδἔρρωγεν κακά,
λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
1340 θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς
αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χορός
καὶ μὴν τάλας ὅδε δὴ στείχει,
σάρκας νεαρὰς ξανθόν τε κάρα
διαλυμανθείς. πόνος οἴκων,
1345 οἷον ἐκράνθη δίδυμον μελάθροις
πένθος θεόθεν καταληπτόν.
Ἱππόλυτος
αἰαῖ αἰαῖ·
δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
χρησμοῖς ἀδίκοις διελυμάνθην.
1350 ἀπόλωλα τάλας, οἴμοι μοι.
διά μου κεφαλῆς ᾄσσουσὀδύναι,
κατὰ δἐγκέφαλον πηδᾷ σφάκελος.
σχές, ἀπειρηκὸς σῶμἀναπαύσω.
·
1355 στυγνὸν ὄχημἵππειον, ἐμῆς
βόσκημα χερός,
διά μἔφθειρας, κατὰ δἔκτεινας.
φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,
χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
1360 τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
πρόσφορά μαἴρετε, σύντονα δἕλκετε
τὸν κακοδαίμονα καὶ κατάρατον
πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδὁρᾷς;
ὅδ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
1365 ὅδ σωφροσύνῃ πάντας ὑπερσχὼν
προῦπτον ἐς Ἅιδην στείχω κατἄκρας
ὀλέσας βίοτον· μόχθους δἄλλως
τῆς εὐσεβίας
εἰς ἀνθρώπους ἐπόνησα.
1370 αἰαῖ αἰαῖ·
καὶ νῦν ὀδύνα μὀδύνα βαίνει
μέθετέ με, τάλανες
καί μοι θάνατος Παιὰν ἔλθοι.
προσαπόλλυτἀπόλλυτε τὸν δυσδαί-
1375 μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
διαμοιρᾶσαι
διά τεὐνᾶσαι τὸν ἐμὸν βίοτον.
πατρὸς ἐμοῦ δύστηνος ἀρά·
μιαιφόνων τε συγγόνων παλαιῶν
1380 προγεννητόρων ἐξορίζεται
κακόν, οὐδὲ μέλλει,
ἔμολέ τἐπἐμὲ τί ποτε τὸν οὐ-
δὲν ὄντἐπαίτιον κακῶν;
ἰώ μοί μοι·
1385 τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδἀναλ-
γήτου πάθους; εἴθε με κοι-
μάσειε τὸν δυσδαίμονἍι-
δου μέλαινα νύκτερός τἀνάγκα.
Ἄρτεμις
τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
1390 τὸ δεὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ἱππόλυτος
ἔα·
θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς
ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
ἔστἐν τόποισι τοισίδἌρτεμις θεά.
Ἄρτεμις
τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος
1395 ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
Ἄρτεμις
ὁρῶ· κατὄσσων δοὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος
οὐκ ἔστι σοι κυναγὸς οὐδὑπηρέτης,
Ἄρτεμις
οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γἀπόλλυσαι.
Ἱππόλυτος
οὐδἱππονώμας οὐδἀγαλμάτων φύλαξ.
Ἄρτεμις
1400 Κύπρις γὰρ πανοῦργος ὧδἐμήσατο.
Ἱππόλυτος
ὤμοι· φρονῶ δὴ δαίμον μἀπώλεσεν.
Ἄρτεμις
τιμῆς ἐμέμφθη σωφρονοῦντι δἤχθετο.
Ἱππόλυτος
τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
Ἄρτεμις
πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος
1405 ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Ἄρτεμις
ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος
δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς
ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος
στένω σὲ μᾶλλον μὲ τῆς ἁμαρτίας.
Θησεύς
1410 εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
Ἱππόλυτος
δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς
ὡς μήποτἐλθεῖν ὤφελἐς τοὐμὸν στόμα.
Ἱππόλυτος
τί δ’; ἔκτανές τἄν μ’, ὡς τότἦσθὠργισμένος.
Θησεύς
δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος
1415 εἴθἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
1415 φεῦ·
Ἄρτεμις
ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
1420 ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
σοὶ δ’, ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425 δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
κόμας κεροῦνταί σοι, διαἰῶνος μακροῦ
πένθη μέγιστα δακρύων καρπουμένῳ.
ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
1430 ἔρως Φαίδρας ἐς σὲ σιγηθήσεται.
σὺ δ’, γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
σὸν παῖδἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
1435 καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν διεφθάρης.
καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
οὐδὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
ὁρῶ δέ σἤδη τοῦδε πλησίον κακοῦ.
Ἱππόλυτος
1440 χαίρουσα καὶ σὺ στεῖχε, παρθένὀλβία·
μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·
καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
αἰαῖ, κατὄσσων κιγχάνει μἤδη σκότος·
1445 λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
Θησεύς
οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
Ἱππόλυτος
ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θησεύς
τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ἱππόλυτος
οὐ δῆτ’, ἐπεί σε τοῦδἐλευθερῶ φόνου.
Θησεύς
1450 τί φῄς; ἀφίης αἵματός μἐλεύθερον;
Ἱππόλυτος
τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησεύς
φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
Ἱππόλυτος
χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησεύς
οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ἱππόλυτος
1455 τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
Θησεύς
μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
Ἱππόλυτος
κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θησεύς
κλείνἈθῆναι Παλλάδος θὁρίσματα,
1460 οἵου στερήσεσθἀνδρός. τλήμων ἐγώ·
ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Χορός
κοινὸν τόδἄχος πᾶσι πολίταις
ἦλθεν ἀέλπτως.
πολλῶν δακρύων ἔσται πίτυλος·
1465 τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς
φῆμαι μᾶλλον κατέχουσιν.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up