Parodos
Χορός
170 — ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
τήνδε κομίζουσ’ ἔξω μελάθρων·
στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.
τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,
τί δεδήληται
175 δέμας ἀλλόχροον βασιλείας.
Τροφός
ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
180 δέμνια κοίτης.
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·
τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν
185 φίλτερον ἡγῇ.
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
λύπη τε φρενῶν χερσίν τε πόνος.
πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,
190 κοὐκ ἔστι πόνων ἀνάπαυσις.
ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,
τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν
195 δι’ ἀπειροσύνην ἄλλου βιότου
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·
μύθοις δ’ ἄλλως φερόμεσθα.
Φαίδρα
ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
λέλυμαι μελέων σύνδεσμα φίλων.
200 λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός
θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας.
205 ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
καὶ γενναίου λήματος οἴσεις·
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα
αἰαῖ·
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
210 ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ
λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
Τροφός
ὦ παῖ, τί θροεῖς;
οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα
215 πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
220 καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
ἐν χειρὶ βέλος.
Τροφός
τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
225 τί δὲ κρηναίων νασμῶν ἔρασαι;
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.
Φαίδρα
δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας
καὶ γυμνασίων τῶν ἱπποκρότων,
230 εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφός
τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;
νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας
πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις
235 ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.
τάδε μαντείας ἄξια πολλῆς,
ὅστις σε θεῶν ἀνασειράζει
καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαίδρα
δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;
240 ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
φεῦ φεῦ, τλήμων.
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
245 κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,
καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
μὴ γιγνώσκοντ’ ἀπολέσθαι.
Τροφός
250 κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος
σῶμα καλύψει;
πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
255 καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν
ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.
τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
260 τῆσδ’ ὑπεραλγῶ.
βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
265 τοῦ μηδὲν ἄγαν·
καὶ ξυμφήσουσι σοφοί μοι.
Χορός
γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
270 σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.
Τροφός
οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός
οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφός
ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
Χορός
ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τροφός
275 πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;
Χορός
πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός
θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.
Χορός
θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.
Τροφός
κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός
280 ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
Τροφός
ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χορός
σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφός
ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·
285 οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,
ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ
290 στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην
μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.
κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
295 εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
300 φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,
γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε
λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —
ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα
305 γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς
παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,
μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,
310 Ἱππόλυτον
310 οἴμοι.
310 θιγγάνει σέθεν τόδε;
Φαίδρα
ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τροφός
ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις
παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα
315 φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.
Τροφός
ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φαίδρα
χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
Τροφός
μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα
φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός
320 Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;
Φαίδρα
μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός
τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;
Φαίδρα
ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
Τροφός
οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα
325 τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;
Τροφός
καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα
κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
Τροφός
μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;
Φαίδρα
ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.
Τροφός
330 κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;
Φαίδρα
ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός
οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
Φαίδρα
ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.
Τροφός
οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα
335 δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
Τροφός
σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα
ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,
Τροφός
ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,
Τροφός
340 τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
Φαίδρα
τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός
οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
Φαίδρα
345 φεῦ·
345 πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός
οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα
τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
Τροφός
ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
Φαίδρα
ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
Τροφός
350 τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;
Φαίδρα
ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος
Τροφός
Ἱππόλυτον αὐδᾷς;
σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.
γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
355 ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.
οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,
360 ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
— ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν
365 κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.
— ὦ τάλαινα τῶνδ’ ἀλγέων·
— ὦ πόνοι τρέφοντες βροτούς.
— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
— τίς σε παναμέριος ὅδε χρόνος μένει;
370 — τελευτάσεταί τι καινὸν δόμοις.
— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαίδρα
Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
375 ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
380 τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
385 αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,
ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,
οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
390 ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·
ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
395 γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
400 τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
405 τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
410 τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
415 αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,
420 ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,
μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι
παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
425 ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,
γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.
κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,
προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ
430 χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.
Χορός
φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός
δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
435 νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου
πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.
ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
440 κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·
Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·
ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,
445 ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,
τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ
κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον
450 οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.
ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,
ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
455 ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ
ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
460 πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς
ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν
νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
465 συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην
470 πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
475 τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·
τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
φανήσεταί τι τῆσδε φάρμακον νόσου.
480 ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,
εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορός
Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
485 τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
Φαίδρα
τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφός
490 τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,
τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
495 οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς
προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
Φαίδρα
ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφός
500 αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαίδρα
καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
505 ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός
εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
510 ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,
ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο
515 λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
Φαίδρα
πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός
οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
Φαίδρα
δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφός
πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;
Φαίδρα
520 μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
Τροφός
ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up