Second Episode
Ἰόλαος
παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
μέλλουσιν πάρεισιν τί πυνθάνῃ;
οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
385 γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν
εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,
ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων
Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφῶν
ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·
390 ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος
395 σκοπεῖδόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι
ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς
ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.
καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·
πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα
400 ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.
τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,
χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
405 λόγια παλαιά, τῇδε γῇ σωτήρια.
καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις
πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
410 ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ
οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;
415 καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν
κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
420 ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·
ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορός
425 ἀλλʼ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ἰόλαος
τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
430 πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
οἴμοι· τί δῆτʼ ἔτερψας τάλαινά με
ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
435 συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω
καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
440 ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
ὀλούμεθʼ, τέκνʼ· ἐκδοθησόμεσθα δή.
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
445 ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
450 πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
ἀλλʼ οἶσθ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
455 τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
460 πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
Χορός
πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·
τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν
γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφῶν
γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.
465 οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
470 λύμας· κεῖνον πάντα προσκοπεῖν χρεών.
ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Μακαρία
ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
475 προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι·
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.
τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
480 ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
μάλιστἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι
θέλω πυθέσθαι, μὴπὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
Ἰόλαος
παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων
485 τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον
490 σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.
ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.
κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
495 εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.
Μακαρία
ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
Ἰόλαος
ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.
Μακαρία
500 μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,
505 αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;
οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν
510 κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;
κάλλιον, οἶμαι, τῆσδʼ — μὴ τύχοι ποτέ
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
515 ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;
κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·
Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
520 ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·
πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —
τίς γὰρ κόρην ἔρημον δάμαρτʼ ἔχειν,
παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
525 οὐκ οὖν θανεῖν ἄμεινον τούτων τυχεῖν
ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδʼ, ἥτις μὴπίσημος ὡς ἐγώ.
ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·
530 νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ
κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
Χορός
535 φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ἰόλαος
τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,
540 ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.
ἀλλʼ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
545 κᾆθʼ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Μακαρία
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
550 χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.
Ἰόλαος
φεῦ·
ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις
555 τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,
θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
Μακαρία
σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
560 ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·
ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
Ἰόλαος
οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
Μακαρία
565 σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων,
ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
Δημοφῶν
ἔσται τάδʼ, τάλαινα παρθένων, ἐπεὶ
κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
570 καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε
χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.
Μακαρία
χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
575 τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
580 διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
ὑμεῖς τʼ, ἀδελφῶν παροῦσʼ ὁμιλία,
εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων
ἡμὴ πάροιθε καρδία σφαγήσεται.
καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων
585 τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ
ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
590 ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
595 οὐκ οἶδὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
κακῶν μέγιστον φάρμακον νομίζεται.
Ἰόλαος
ἀλλʼ, μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
600 καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,
σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
παῖδες, οἰχόμεσθα· λύεται μέλη
λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε
αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
605 ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,
χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up