Prologue
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
Καρίων
ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν Ζεῦ καὶ θεοὶ
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
ἢν γὰρ τὰ βέλτισθʼ θεράπων λέξας τύχῃ,
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5 μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
κρατεῖν δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10 μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην,
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
τοὐναντίον δρῶν προσῆκʼ αὐτῷ ποιεῖν.
15 οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ.
ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι,
ἢν μὴ φράσῃς τι τῷδʼ ἀκολουθοῦμέν ποτε
20 δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμύλος
μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
ἵνα μᾶλλον ἀλγῇς.
λῆρος· οὐ γὰρ παύσομαι
Καρίων
πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·
25 εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμύλος
ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
κακῶς ἔπραττον καὶ πένης ἦν·
οἶδά τοι.
30 ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες
καὶ συκοφάνται καὶ πονηροί·
πείθομαι.
ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35 τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,
ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.
Καρίων
τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμύλος
40 πεύσει. σαφῶς γὰρ θεὸς εἶπέ μοι τοδί·
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,
πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καρίων
καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
τουτῳί.
45 εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
φράζουσαν σκαιότατέ σοι σαφέστατα
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρεμύλος
τῷ τοῦτο κρίνεις;
δῆλον ὁτιὴ καὶ τυφλῷ
Καρίων
γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον
50 τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμύλος
οὐκ ἔσθʼ ὅπως χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ
ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55 πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν τι νοεῖ.
Καρίων
ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλοῦτος
ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
μαναθάνεις
Καρίων
ὅς φησιν εἶναι;
σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·
Χρεμύλος
60 σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.
κλάειν ἔγωγέ σοι λέγω.
Καρίων
δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65 εἰ μὴ φράσεις γάρ
65 ἀπό σʼ ὀλῶ κακὸν κακῶς.
τᾶν
ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.
πώμαλα.
Καρίων
καὶ μὴν λέγω βέλτιστόν ἐστʼ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων
70 ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμύλος
ἀλλʼ αἶρε ταχέως.
μηδαμῶς.
οὔκουν ἐρεῖς;
Πλοῦτος
ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι
κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμύλος
νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.
Πλοῦτος
75 μέθεσθε νῦν μου πρῶτον.
75 ἤν, μεθίεμεν.
ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.
μιαρώτατε
Χρεμύλος
ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;
Καρίων
80 σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
ναί.
Χρεμύλος
ἐκεῖνος αὐτός;
αὐτότατος.
πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;
ἐκ Πατροκλέους ἔρχομαι,
Πλοῦτος
85 ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.
Χρεμύλος
τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλοῦτος
Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90 μόνους βαδιοίμην· δέ μʼ ἐποίησεν τυφλόν,
72–90

No, but if you worry me I will take off your chaplet, and then you will only get a sounder thrashing.

CARIO: That's an old song! I am going to leave you no peace till you have told me who this man is; and if I ask it, 'tis entirely because of my interest in you.

ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμύλος
καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.
ὁμολογῶ σοι.
φέρε τί οὖν;
95 εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
φήμʼ ἐγώ.
ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;
πάνυ μὲν οὖν·
Πλοῦτος
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
Χρεμύλος
καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ βλέπων.
Πλοῦτος
100 ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.
Χρεμύλος
μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
Πλοῦτος
οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;
καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,
Χρεμύλος
καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ
91–104

Well, be it so. I will reveal it to you as being the most faithful and the most rascally of all my servants. I honoured the gods and did what was right, and yet I was none the less poor and unfortunate.

105 ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.
Καρίων
μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
Πλοῦτος
ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου
τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμύλος
110 ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.
Πλοῦτος
μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.
οἰμώξει μακρά.
Χρεμύλος
σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς
γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
105–113

I know it but too well.

CHREMYLUS: Other amassed wealth--the sacrilegious, the demagogues, the informers, indeed every sort of rascal.

οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,
115 ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
βλέψαι ποιήσας.
μηδαμῶς τοῦτʼ ἐργάσῃ.
Πλοῦτος
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
τί φῄς;
Καρίων
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλοῦτος
Ζεὺςμὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ
120 πύθοιτʼ ἂν ἐπιτρίψειε.
120 νῦν δʼ οὐ τοῦτο δρᾷ,
Χρεμύλος
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλοῦτος
οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμύλος
ἄληθες δειλότατε πάντων δαιμόνων;
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125 καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλοῦτος
μὴ λέγʼ πόνηρε ταῦτʼ.
ἔχʼ ἥσυχος.
Χρεμύλος
μεῖζον δυνάμενον.
ἐμὲ σύ;
νὴ τὸν οὐρανόν.
130 αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ Ζεὺς τῶν θεῶν;
Καρίων
διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.
φέρε
Χρεμύλος
τίς οὖν παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;
ὁδί.
θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;
Καρίων
καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμύλος
135 οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως
παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;
ὅτι τί δή;
ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
114–137

I believe you.

CHREMYLUS: Therefore I came to consult the oracle of the god, not on my own account, for my unfortunate life is nearing its end, but for my only son; I wanted to ask Apollo, if it was necessary for him to become a thorough knave and renounce his virtuous principles, since that seemed to me to be the only way to succeed in life.

οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,
μὴ βουλομένου σοῦ.
πῶς;
ὅπως; οὐκ ἔσθʼ ὅπως
140 ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλοῦτος
τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;
φήμʼ ἐγώ.
Χρεμύλος
καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν
145 χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.
Καρίων
ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμύλος
καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,
150 ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
138–152

And with what responding tones did the sacred tripod resound?

CHREMYLUS: You shall know. The god ordered me in plain terms to follow the first man I should meet upon leaving the temple and to persuade him to accompany me home.

Καρίων
καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμύλος
155 οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
τί δαί;
μὲν ἵππον ἀγαθόν, δὲ κύνας θηρευτικάς.
Καρίων
αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμύλος
160 τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.
μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·
Καρίων
ἕτερος δὲ χαλκεύει τις, δὲ τεκταίνεται·
Χρεμύλος
δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·
Καρίων
165 δὲ λωποδυτεῖ γε νὴ Δίʼ, δὲ τοιχωρυχεῖ·
Χρεμύλος
δὲ γναφεύει γʼ·
δέ γε πλύνει κῴδια·
δὲ βυρσοδεψεῖ γʼ·
δέ γε πωλεῖ κρόμμυα·
δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλοῦτος
οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
Καρίων
170 μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμύλος
ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
Καρίων
τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
153–172

And who was the first one you met?

CHREMYLUS: This blind man.

CARIO: And you are stupid enough not to understand the meaning of such an answer? Why, the god was advising you thereby, and that in the clearest possible way, to bring up your son according to the fashion of your country.

Χρεμύλος
τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καρίων
Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμύλος
175 βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καρίων
Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμύλος
Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καρίων
ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμύλος
ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καρίων
180 Τιμοθέου δὲ πύργος
180 ἐμπέσοι γέ σοι.
Χρεμύλος
τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
173–181

What makes you think that?

CARIO: Is it not evident to the blind, that nowadays to do nothing that is right is the best way to get on?

μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
Καρίων
κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185 ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλοῦτος
ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
Χρεμύλος
καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190 ἔρωτος
190 ἄρτων
190 μουσικῆς
190 τραγημάτων
τιμῆς
πλακούντων
ἀνδραγαθίας
ἰσχάδων
φιλοτιμίας
μάζης
στρατηγίας
φακῆς·
σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195 πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
Πλοῦτος
εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
πλὴν ἓν μόνον δέδοικα.
φράζε τοῦ πέρι;
200 ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
Χρεμύλος
νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθʼ Πλοῦτος.
ἥκιστʼ, ἀλλά με
Πλοῦτος
τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
205 οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
Χρεμύλος
μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ
182–208

No, that is not the meaning of the oracle; there must be another, that is nobler. If this blind man would tell us who he is and why and with what object he has led us here, we should no doubt understand what our oracle really does mean. CARIO (_to Plutus_). Come, tell us at once who you are, or I give effect to my threat. (_He menaces him_.) And quick too, be quick, I say.

ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210 βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.
Πλοῦτος
πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
Χρεμύλος
ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι
Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
Πλοῦτος
κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
φήμʼ ἐγώ.
215 ὁρᾶτε.
215 μὴ φρόντιζε μηδὲν ὦγαθέ.
Χρεμύλος
ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,
αὐτὸς διαπράξω ταῦτα.
κἂν βούλῃ γʼ, ἐγώ.
πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
Πλοῦτος
220 παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.
Χρεμύλος
οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών
τί δρῶ; λέγε.
τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225 ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
209–226

I'll thrash you. CARIO (_to Chremylus_). Ha! is it thus he tells us his name?

CHREMYLUS: 'Tis to you and not to me that he replies thus; your mode of questioning him was ill-advised. (_To Plutus._) Come, friend, if you care to oblige an honest man, answer me.

Καρίων
καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμύλος
ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.
230 σὺ δʼ κράτιστε Πλοῦτε πάντων δαιμόνων
εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· γὰρ οἰκία
αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλοῦτος
ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235 εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ·
ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε.
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·
227–238

I'll knock you down.

CARIO: Ah! what a pleasant fellow and what a delightful prophecy the god has given you!

CHREMYLUS: By Demeter, you'll have no reason to laugh presently.

κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240 αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε.
ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω,
πόρναισι καὶ κύβοισι παραβεβλημένος
γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμύλος
245 μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,
239–246

If you don't speak, you wretch, I will surely do you an ill turn.

PLUTUS: Friends, take yourselves off and leave me.

χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.
ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250 καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
πείθομαι.
τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
247–263

That we very certainly shan't.

CARIO: This, master, is the best thing to do. I'll undertake to secure him the most frightful death; I will lead him to the verge of a precipice and then leave him there, so that he'll break his neck when he pitches over.

The Athenian Society, "The Eleven Comedies" (1912)
Tap any Greek word to look it up · Tap a line to reveal the English translation
An open-access project
Hall 1907
OCT
Hall & Geldart, OCT, 1907 · 1907
The Editor

Frederick William Hall (1865–1948) was a classical scholar and Fellow of St John's College, Oxford. Together with William Martin Geldart, he produced the Oxford Classical Text of several authors. Hall was a careful editor known for his thorough collation of manuscripts and his conservative approach to textual criticism.

About This Edition

The Hall–Geldart editions in the Oxford Classical Texts series provide reliable critical texts with selective apparatus criticus. The OCT series, established in 1894 as the Scriptorum Classicorum Bibliotheca Oxoniensis, aims to present the best available Greek and Latin texts in a format suitable for both scholarly use and teaching. Each volume provides a clean text with the most significant manuscript variants recorded at the foot of each page.

Tap any Greek word to look it up