νομεῖς Βάττος καὶ Κορύδων
εἰπέ μοι Κορύδων, τίνος αἱ βόες; ῥα Φιλώνδα;
οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
ἀλλʼ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
5 αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος βουκόλος ᾤχετο χώραν;
οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.
καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
κἤμʼ ἔφαθʼ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.
10 κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.
πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.
μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
15 τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ τέττιξ;
οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
20 λεπτὸς μὰν χὡ ταῦρος πυρρίχος. εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ δᾶμος.
καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
25 αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες τάλαν Αἴγων
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
30 δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνακαλὰ πόλις, τε Ζάκυνθος
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
35 τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
40 αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
45 τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ λέπαργος.
σίτθʼ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
50 θᾶσαί μʼ Κορύδων πὸτ τῶ Διός· γὰρ ἄκανθα
ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς πόρτις ὄλοιτο·
ἐς ταύταν ἐτύπην χασμεύμενος. ῥά γε λεύσσεις;
ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
55 ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.
εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.
ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.
εἴπʼ ἄγε μʼ Κορύδων, τὸ γερόντιον ῥα διώκει,
τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη;
60 ἀκμάν γʼ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος Σατυρίσκοις
ἐγγύθεν Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up