Εἰδύλλιον Ἐρῶντος
οἶνος φίλε παῖ λέγεται καὶ ἀλάθεα·
κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ.
οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας.
5 γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω
ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ.
πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων;
10 ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις,
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
15 ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
τῷ δʼ εὔθυς πλέον τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
20 φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων· δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
25 ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
30 κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
35 αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις
40 προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up