οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες,
Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες·
5
ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο·
10
χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο,
οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη,
15
αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη.
ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
20
Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν—
αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν.
25
ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
30
εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
35
ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον.
κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
40
ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
45
Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια,
ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν·
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ
50
ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ
ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις·
κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος.
νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν.
55
Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός·
τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ
60
ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†,
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
65
παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον.
σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν
οὔρεα καὶ δρυμούς, τὰ δʼ Ἰήσονος ὕστερα πάντʼ ἦς.
ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων,
ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
70
Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει
μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται·
Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν,
οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
75
πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν.
Tap any Greek word to look it up