Διόσκουροι
Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
5 κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς,
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον,
νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
10 οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
ἠὲ καὶ ἐκ πρῴρηθεν, ὅππῃ θυμὸς ἑκάστου,
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους
ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος
15 νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα,
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι·
αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
20 ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι·
ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
ἄμφω θνητοῖσι βοηθόοι, φίλοι ἄμφω,
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί·
25 Κάστορος πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
30 ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.
ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
Κάστωρ δʼ αἰολόπωλος τʼ οἰνωπὸς Πολυδεύκης
35 ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν
λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο
40 ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
45 δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς·
στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
50 χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις·
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
55 χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν.
θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν.
ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ὑπερόπτης;
τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
60 ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις.
μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.
ἄργυρος τίς μισθός, ἐρεῖς, κέν σε πίθοιμεν;
65 εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
πυγμάχος, καὶ ποσσὶ θενὼν σκέλος;
………ὄμματά γʼ ὀρθὸς
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ πύκτης.
70 καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ δηρισόμεθʼ ἄμφω
σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ.
75 ʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
80 οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο·
85 ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες Πολύδευκες,
βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον πρίν,
90 σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς
ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
95 ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα
φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν,
100 ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε·
ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε,
μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ,
105 πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ πληγεὶς
ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος·
ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
ἀλλʼ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα
110 αὐχένος ἀρχηγὸς Βεβρύκων· δʼ ἀεικέσι πληγαῖς
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· δʼ αἰεὶ πάσσονα γυῖα
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
115 πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης
φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
120 δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ·
125 ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος·
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες·
αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ
κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
130 ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
135 καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος,
140 γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ καρτερὸς Ἴδας.
ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας·
145 δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις
ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ·
ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν
150 βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις.
μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ·
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
155 μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις,
Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα,
Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή·
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
160 μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε·
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι·
ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
165 ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες.
ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις.
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν
170 πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
175 νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
180 τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν.
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο,
γενεῇ προφέρεσκον· δʼ ἐς μέσον ἤλυθε Λυγκεύς,
σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην·
185 ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
190 δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή.
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
195 τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή.
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ· δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
200 κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω
χαλκὸς ἄφαρ διέχευεν· δʼ ἐς στόμα κεῖτο νενευκὼς
Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
205 οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα·
210 ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
215 ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ
Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν
220 Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς·
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up