Παιδικά
Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε
τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
5 καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,
τάχα δʼ οὐδʼ ὅσον ὕπνωπιτύχην ἔσσετʼ ἐρωία·
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων
αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ʼ ρος ἐδράξατο,
10 εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν·
τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
15 πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι
ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς,
χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
20 οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων
μένει· τῷ δʼ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια,
παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.
ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν.
25 δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων
εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.
καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ
30 βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον
καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον,
σμίκρας δεύμενον αὔρας ὀνέμων κε θέλῃ φόρη.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up