Συρακούσιαι ἢ Αδωνιάζουσαι
ἔνδοι Πραξινόα;
Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.
θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.
ἔμβαλε καὶ ποτίκρανον.
ἔχει κάλλιστα.
καθίζευ.
τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην
5 Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς.
ταῦθʼ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
10 ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ.
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν.
αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
καλὸς ἀπφῦς.
15 ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην
πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
20 πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ.
ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν.
ἐν ὀλβίω ὄλβια πάντα.
25 ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
ἕρπειν ὥρα κʼ εἴη.
ἀεργοῖς αἰὲν ἑορτά.
Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε
θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν·
κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.
30 δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε.
ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν.
Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
35 τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ;
μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
τοῦτο κάλʼ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
40 ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.
δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.—
θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
45 χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ἐν ἀθανάτοις τεκών· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
50 ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
55 ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν,
τοὶ δʼ ἔβαν ἐς χώραν.
καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
60 ἐξ αὐλᾶς μᾶτερ;
60 ἐγὼν τέκνα.
60 παρενθεῖν
εὐμαρές;
ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.
χρησμὼς πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην.
65 θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ
Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς.
πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
70 ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι·
ὄχλος ἄθρως.
ὠθεῦνθʼ ὥσπερ ὕες.
θάρσει γύναι· ἐν καλῷ εἰμές.
κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης
75 ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἇμιν· ἄγʼ δειλὰ τὺ βιάζευ.
κάλλιστʼ· ἔνδοι πᾶσαι, τὰν νυὸν εἶπʼ ἀποκλᾴξας.
Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
80 πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι,
ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν.
ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι,
ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος.
αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται
85 κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
τριφίλητος Ἄδωνις, κἠν Ἀχέροντι φιλεῖται.
παύσασθʼ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
90 πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις;
ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.
μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,
95 πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.
σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη.
100 δέσποινʼ, Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας
αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα·
οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
105 ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
110 Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα.
115 εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ,
πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
120 δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω.
ἔβενος, χρυσός, ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
125 πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,
Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων·
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ῥοδόπαχυς Ἄδωνις
ὀκτωκαιδεκέτης ἐννεακαίδεχʼ γαμβρός.
130 οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
135 στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς·
Ἕρπεις φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων
τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας μέγας βαρυμάνιος ἥρως,
οὔθʼ Ἕκτωρ Ἑκάβας γεραίτερος εἴκατι παίδων,
140 οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί·
ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις.
καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς.
145 Πραξινόα, τὸ χρῆμα σοφώτερον θήλεια.
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up