Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
5
ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
10
Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει,
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
15
μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;
Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
20
μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας·
Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
25
ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι·
30
αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
35
χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
Tap any Greek word to look it up