Third Episode
Νεοπτόλεμος
ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
520 ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεμος
ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον
525 ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτήτης
530 φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ,
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
ἴωμεν, παῖ, προσκύσαντε τὴν ἔσω
ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
535 ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.
οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορός
ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
540 μὲν νεὼς σῆς ναυβάτης, δʼ ἀλλόθρους,
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Ἔμπορος
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
545 ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
550 σοὶ πάντες εἶεν συννεναυστοληκότες,
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
555 βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,
ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
Νεοπτόλεμος
ἀλλʼ χάρις μὲν τῆς προμηθίας, ξένε,
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι
560 νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.
Ἔμπορος
φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
Φοῖνιξ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεμος
ὡς ἐκ βίας μʼ ἄξοντες λόγοις πάλιν;
Ἔμπορος
οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
Νεοπτόλεμος
565 ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται
οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔμπορος
ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
Νεοπτόλεμος
πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἕτοιμος; φόβος τις εἶργέ νιν;
Ἔμπορος
570 κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ Τυδέως τε παῖς
ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ.
Νεοπτόλεμος
πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔμπορος
ἦν δή τιςἀλλὰ τόνδε μοι πρῶτον φράσον
τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτόλεμος
575 ὅδʼ ἔσθʼ κλεινός σοι Φιλοκτήτης, ξένε.
Ἔμπορος
μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
τί φησιν, παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σʼ ναυβάτης;
Νεοπτόλεμος
580 οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν
εἰς φῶς λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
Ἔμπορος
σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθʼ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης.
Νεοπτόλεμος
585 ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ.
δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας.
Ἔμπορος
ὅρα τί ποιεῖς, παῖ.
σκοπῶ κἀγὼ πάλαι.
590 σὲ θήσομαι τῶνδʼ αἴτιον.
590 ποιοῦ λέγων.
λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,
Τυδέως παῖς τʼ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν μὴν λόγῳ
πείσαντες ἄξειν πρὸς ἰσχύος κράτος.
595 καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεμος
τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
600 ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς πόθος αὐτοὺς ἵκετʼ; θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;
Ἔμπορος
ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605 Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων
ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
610 ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν
καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.
καὶ ταῦθʼ ὅπως ἤκουσʼ Λαέρτου τόκος
615 τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο
τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620 ἤκουσας, παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
οἴμοι τάλας· κεῖνος, πᾶσα βλάβη,
ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
625 πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
Ἔμπορος
οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ
ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτήτης
οὔκουν τάδʼ, παῖ, δεινά, τὸν Λαερτίου
ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς
630 δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμʼ ἐχίδνης, μʼ ἔθηκεν ὧδʼ ἄπουν.
ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
635 ἀλλʼ, τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωμεν· τοι καίριος σπουδὴ πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
640 τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
Φιλοκτήτης
ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.
Φιλοκτήτης
οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
645 ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.
Φιλοκτήτης
ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεμος
τί τοῦθʼ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτήτης
φύλλον τί μοι πάρεστιν, μάλιστʼ ἀεὶ
650 κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.
Νεοπτόλεμος
ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτόλεμος
ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ νῦν ἔχεις;
Φιλοκτήτης
655 ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ βαστάζω χεροῖν.
Νεοπτόλεμος
ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;
Φιλοκτήτης
σοί γʼ, τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτόλεμος
660 καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·
εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.
Φιλοκτήτης
ὅσιά τε φωνεῖς ἔστι τʼ, τέκνον, θέμις,
ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,
665 ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·
670 εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.
Νεοπτόλεμος
οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ
675 νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up