Exodos
Χορός
ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
στείχων ἂν σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως
1220 γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν.
Ὀδυσσεύς
οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτόλεμος
λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
Ὀδυσσεύς
δεινόν γε φωνεῖς· δʼ ἁμαρτία τίς ἦν;
Νεοπτόλεμος
1225 ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ
Ὀδυσσεύς
ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτόλεμος
ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Ὀδυσσεύς
τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;
Νεοπτόλεμος
1230 νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,
Ὀδυσσεύς
τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.
Νεοπτόλεμος
παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν
Ὀδυσσεύς
Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτόλεμος
αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
Ὀδυσσεύς
1235 πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
Νεοπτόλεμος
εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
Ὀδυσσεύς
τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;
Νεοπτόλεμος
δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;
Ὀδυσσεύς
ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.
Νεοπτόλεμος
1240 εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον.
Ὀδυσσεύς
ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεμος
τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεμος
σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
1245 σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
Νεοπτόλεμος
ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
καὶ πῶς δίκαιον, γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
Νεοπτόλεμος
τὴν ἁμαρτίαν
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Ὀδυσσεύς
1250 στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;
Νεοπτόλεμος
ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει.
ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Ὀδυσσεύς
οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτόλεμος
ἴτω τὸ μέλλον.
χεῖρα δεξιὰν ὁρᾷς
Ὀδυσσεύς
1255 κώπης ἐπιψαύουσαν;
1255 ἀλλὰ κἀμέ τοι
Νεοπτόλεμος
ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.
Ὀδυσσεύς
καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.
Νεοπτόλεμος
ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς,
1260 ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
σὺ δʼ, Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτήτης
τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
1265 ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
Νεοπτόλεμος
θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτήτης
δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
Νεοπτόλεμος
1270 οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
Φιλοκτήτης
τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτόλεμος
ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν
1275 πλεῖν μεθʼ ἡμῶν;
1275 παῦε, μὴ λέξῃς πέρα·
Φιλοκτήτης
μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.
Νεοπτόλεμος
οὕτω δέδοκται;
καὶ πέρα γʼ ἴσθʼ λέγω.
ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
1280 κυρῶ, πέπαυμαι.
1280 πάντα γὰρ φράσεις μάτην.
Φιλοκτήτης
οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
1285 ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ Λαρτίου παῖς καὶ σύ.
Νεοπτόλεμος
μὴ ʼπεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
Φιλοκτήτης
πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
Νεοπτόλεμος
ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτήτης
1290 φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα.
Νεοπτόλεμος
τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Ὀδυσσεύς
ἐγὼ δʼ ἀπαυδῶ γʼ, θεοὶ ξυνίστορες,
ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
Φιλοκτήτης
1295 τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
ἐπῃσθόμην;
σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς,
Ὀδυσσεύς
ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ,
ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
Φιλοκτήτης
ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.
Νεοπτόλεμος
1300 , μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
Φιλοκτήτης
μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεμος
οὐκ ἂν μεθείην.
φεῦ· τί μʼ ἄνδρα πολέμιον
Φιλοκτήτης
ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτόλεμος
ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.
Φιλοκτήτης
1305 ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεμος
εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτήτης
1310 ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν
ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτόλεμος
ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
1315 αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι,
ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν·
ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
1320 δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά.
σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος.
ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ·
1325 καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω.
σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν
1330 νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος
ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς,
καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
1335 ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.
ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.
ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι
1340 ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους
Τροίαν ἁλῶναι πᾶσαν· δίδωσʼ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
καλὴ γὰρ ʼπίκτησις, Ἑλλήνων ἕνα
1345 κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
1350 οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς δύσμορος
εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;
πῶς, τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,
1355 ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
1360 δοκῶ προλεύσσειν· οἷς γὰρ γνώμη κακῶν
μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.
χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν
ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
1365 πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;
μὴ δῆτα, τέκνον· ἀλλʼ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
1370 χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτόλεμος
λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις
1375 φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.
Φιλοκτήτης
πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτόλεμος
πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
Φιλοκτήτης
1380 δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;
Νεοπτόλεμος
σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.
Φιλοκτήτης
καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτόλεμος
πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·
Φιλοκτήτης
λέγεις δʼ Ἀτρείδαις ὄφελος ʼπʼ ἐμοὶ τόδε;
Νεοπτόλεμος
1385 σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου.
Φιλοκτήτης
πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;
Νεοπτόλεμος
τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτήτης
ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.
Φιλοκτήτης
1390 ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
Νεοπτόλεμος
ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.
Φιλοκτήτης
οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτόλεμος
τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
1395 ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·
δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
1400 καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
Νεοπτόλεμος
εἰ δοκεῖ, στείχωμεν.
γενναῖον εἰρηκὼς ἔπος.
ἀντέρειδε νῦν βάσιν σήν.
εἰς ὅσον γʼ ἐγὼ σθένω.
αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
μὴ φροντίσῃς.
1405 τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
1405 ἐγὼ παρὼν
τίνα προσωφέλησιν ἔρξεις;
βέλεσι τοῖς Ἡρακλέους
πῶς λέγεις;
εἴρξω πελάζειν.
στεῖχε προσκύσας χθόνα.
Ἡρακλῆς
μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
ἀίῃς μύθων, παῖ Ποίαντος·
1410 φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.
τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,
1415 τὰ Διός τε φράσων βουλεύματά σοι
κατερητύσων θʼ ὁδὸν ἣν στέλλει·
σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
1420 ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.
καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
1425 ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,
1430 Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,
παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις
1435 ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.
ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
1440 τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ
Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
1445 φθέγμα ποθεινὸν ἐμοὶ πέμψας
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
Νεοπτόλεμος
κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
Ἡρακλῆς
μή νυν χρόνιοι μέλλετε πράσσειν·
1450 καιρὸς καὶ πλοῦς
ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.
Φιλοκτήτης
φέρε νυν στείχων χώραν καλέσω.
χαῖρʼ, μέλαθρον ξύμφρουρον ἐμοί,
νύμφαι τʼ ἔνυδροι λειμωνιάδες,
1455 καὶ κτύπος ἄρσην πόντου προβολῆς,
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
1460 στόνον ἀντίτυπον χειμαζομένῳ.
νῦν δʼ, κρῆναι Λύκιόν τε ποτόν,
λείπομεν ὑμᾶς, λείπομεν ἤδη
δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.
χαῖρʼ, Λήμνου πέδον ἀμφίαλον,
1465 καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως,
ἔνθʼ μεγάλη Μοῖρα κομίζει
γνώμη τε φίλων χὠ πανδαμάτωρ
δαίμων, ὃς ταῦτʼ ἐπέκρανεν.
Χορός
χωρῶμεν δὴ πάντες ἀολλεῖς,
1470 νύμφαις ἁλίαισιν ἐπευξάμενοι
νόστου σωτῆρας ἱκέσθαι.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up