Second Episode
Φιλοκτήτης
ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ξένοι, πεπλεύκατε,
405 καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι
ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410 ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν
Αἴας μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.
Νεοπτόλεμος
οὐκ ἦν ἔτι ζῶν, ξένʼ· οὐ γὰρ ἄν ποτε
ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
πῶς εἶπας; ἀλλʼ χοὖτος οἴχεται θανών;
Νεοπτόλεμος
415 ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.
Φιλοκτήτης
οἴμοι τάλας. ἀλλʼ οὐχ Τυδέως γόνος
οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτόλεμος
οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα
420 θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
Φιλοκτήτης
τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός,
Νέστωρ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεμος
κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425 Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
Φιλοκτήτης
οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ
ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν
τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα
430 χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
Νεοπτόλεμος
σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.
Φιλοκτήτης
φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτόλεμος
435 χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ
τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
440 γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
Νεοπτόλεμος
ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;
Φιλοκτήτης
οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;
Νεοπτόλεμος
445 οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.
Φιλοκτήτης
ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,
ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
450 δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν
τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτόλεμος
ἐγὼ μέν, γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον
455 καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
ὅπου δʼ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλʼ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
460 ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς
465 πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.
Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;
καιρὸς γὰρ καλεῖ
Νεοπτόλεμος
πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ʼγγύθεν σκοπεῖν.
Φιλοκτήτης
πρός νύν σε πατρὸς πρός τε μητρός, τέκνον,
πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,
470 ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,
ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς
ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
475 ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι
τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,
δράσαντι δʼ, παῖ, πλεῖστον εὐκλείας γέρας,
ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
480 ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,
εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
485 πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν
ἀκράτωρ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς
ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
ἀλλʼ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων
πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
490 κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον
Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,
ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ
μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
495 ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.
ἀλλʼ τέθνηκεν τὰ τῶν διακόνων,
ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος
ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.
500 νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον
ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν
ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν,
505 χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον
σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up