Neoptolemus Returns
κοίλας πέτρας γύαλον
θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, τάλας,
λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
ὤμοι μοί μοι.
πληρέστατον αὔλιον
λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν,
τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ
1090 ἔσται; τοῦ ποτε τεύξομαι
σιτονόμου μέλεος πόθεν ἐλπίδος;
πέλειαι δʼ ἄνω
πτωκάδες ὀξυτόνου διὰ πνεύματος
ἐλῶσιν· οὐκέτʼ ἴσχω.
1095 σύ τοι σύ τοι κατηξίωσας,
βαρύποτμε, κοὐκ
ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος,
εὖτέ γε παρὸν φρονῆσαι
1100 τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.
τλάμων τλάμων ἄρʼ ἐγὼ
καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον
ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι,
αἰαῖ αἰαῖ,
οὐ φορβὰν ἔτι προσφέρων,
οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων
1110 κραταιαῖς μετὰ χερσὶν
ἴσχων· ἀλλά μοι ἄσκοπα
κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός·
ἰδοίμαν δέ νιν,
τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
1115 ἐμὰς λαχόντʼ ἀνίας.
πότμος, πότμος σε δαιμόνων τάδʼ,
οὐδὲ σέ γε δόλος,
ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
1120 δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις.
καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ.
οἴμοι μοι, καί που πολιᾶς
πόντου θινὸς ἐφήμενος
1125 ἐγγελᾷ, χερὶ πάλλων
τὰν ἐμὰν μελέου τροφάν,
τὰν οὐδείς ποτʼ ἐβάστασεν.
τόξον φίλον, φίλων
χειρῶν ἐκβεβιασμένον,
1130 που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας
ἔχεις, τὸν Ἡράκλειον
ἄρθμιον ὧδέ σοι
οὐκέτι χρησόμενον τὸ μεθύστερον,
ἄλλου δʼ ἐν μεταλλαγᾷ
1135 πολυμηχάνου ἀνδρὸς ἐρέσσει,
ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν,
μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, Ζεῦ.
1140 ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν,
εἰπόντος δὲ μὴ φθονερὰν
ἐξῶσαι γλώσσας ὀδύναν.
κεῖνος δʼ εἷς ἀπὸ πολλῶν
ταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ
1145 κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.
πταναὶ θῆραι χαροπῶν τʼ
ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχει
χῶρος οὐρεσιβώτας,
μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ
1150 πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν
τὰν πρόσθεν βελέων ἀλκάν,
δύστανος ἐγὼ τανῦν,
ἀλλʼ ἀνέδην, δὲ χῶρος ἄρʼ οὐκέτι
φοβητὸς οὐκέθʼ ὑμῖν,
1155 ἕρπετε· νῦν καλὸν
ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
ἐμᾶς σαρκὸς αἰόλας·
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
1160 πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται,
μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
εὐνοίᾳ πάσᾳ πελάταν·
1165 ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ
κῆρα τάνδʼ ἀποφεύγειν.
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼ
ἔχειν μυρίον ἄχθος, ξυνοικεῖ.
Φιλοκτήτης
1170 πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας,
λῷστε τῶν πρὶν ἐντόπων.
τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;
Χορός
τί τοῦτʼ ἔλεξας;
Φιλοκτήτης
εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
1175 Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν.
Χορός
τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
ἀπό νύν με λείπετʼ ἤδη.
Χορός
φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
ἴωμεν ἴωμεν
1180 ναὸς ἵνʼ ἡμῖν τέτακται.
Φιλοκτήτης
μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορός
μετρίαζʼ.
Φιλοκτήτης
ξένοι, μείνατε, πρὸς θεῶν.
Χορός
τί θροεῖς;
Φιλοκτήτης
1185 αἰαῖ αἰαῖ, δαίμων δαίμων·
ἀπόλωλʼ τάλας·
ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ
τεύξω τῷ μετόπιν τάλας;
1190 ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις.
Χορός
τί ῥέξοντες ἀλλοκότῳ
γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
οὔτοι νεμεσητόν,
ἀλύοντα χειμερίῳ
1195 λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.
Χορός
βᾶθί νυν, τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτήτης
οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,
οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς
βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.
1200 ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ
πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
ἀλλʼ, ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
Χορός
ποῖον ἐρεῖς τόδʼ ἔπος;
ξίφος, εἴ ποθεν,
Φιλοκτήτης
γένυν βελέων τι προπέμψατε.
Χορός
1205 ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;
Φιλοκτήτης
χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·
φονᾷ φονᾷ νόος ἤδη.
Χορός
τί ποτε;
Φιλοκτήτης
πατέρα ματεύων.
Χορός
1210 ποῖ γᾶς;
1210 ἐς Ἅιδου·
Φιλοκτήτης
οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.
πόλις, πατρία,
πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,
ὅς γε σὰν λιπὼν ἱερὰν
1215 λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς
ἀρωγός· ἔτʼ οὐδέν εἰμι.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up