Prologue
Ὀδυσσεύς
ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη,
ἔνθʼ, κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
5 Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε,
ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις
10 κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν
σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ.
15 ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν
σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα
τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον
διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·
20 βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ
χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
25 ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.
Νεοπτόλεμος
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
ἄνωθεν κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεμος
τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
30 ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
Νεοπτόλεμος
ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεμος
στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον;
Νεοπτόλεμος
35 αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε.
Ὀδυσσεύς
κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτόλεμος
ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
40 ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλʼ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν
φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45 τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μʼ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
50 Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεμος
τὴν Φιλοκτήτου σε δεῖ
τί δῆτʼ ἄνωγας;
Ὀδυσσεύς
55 ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.
ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·
πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
60 οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν
65 θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.
τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει
μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
70 ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ
οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.
75 ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
80 τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.
νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
85 κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
Νεοπτόλεμος
ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.
90 ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν
καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς
95 δρῶν ἐξαμαρτεῖν μᾶλλον νικᾶν κακῶς.
Ὀδυσσεύς
ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·
νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.
Νεοπτόλεμος
100 τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
Ὀδυσσεύς
λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεμος
τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον πείσαντʼ ἄγειν;
Ὀδυσσεύς
οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.
Νεοπτόλεμος
οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
105 ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον.
Νεοπτόλεμος
οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;
Ὀδυσσεύς
οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.
Νεοπτόλεμος
οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Ὀδυσσεύς
οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεμος
110 πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
Ὀδυσσεύς
ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεμος
κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Ὀδυσσεύς
αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτόλεμος
οὐκ ἆρʼ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;
Ὀδυσσεύς
115 οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ.
Νεοπτόλεμος
θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.
Ὀδυσσεύς
ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.
Νεοπτόλεμος
ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Ὀδυσσεύς
σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.
Νεοπτόλεμος
120 ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
Ὀδυσσεύς
μνημονεύεις οὖν σοι παρῄνεσα;
Νεοπτόλεμος
σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου,
ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
125 καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
130 οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
Ἑρμῆς δʼ πέμπων δόλιος ἡγήσαιτο νῷν
Νίκη τʼ Ἀθάνα Πολιάς, σῴζει μʼ ἀεί.
Tap any Greek word to look it up
An open-access project
Jebb 1913
Loeb
Jebb, Cambridge, 1913 · 1913
The Editor

Sir Richard Claverhouse Jebb (1841–1905) was one of the greatest Greek scholars in the English-speaking world. Regius Professor of Greek at Cambridge and Member of Parliament for the University, Jebb produced monumental commentaries on Sophocles (7 volumes, 1883–1896) that remain indispensable. His editions combined minute textual criticism with a profound sensitivity to Greek poetry and dramatic art.

About This Edition

Jebb's editions of Sophocles, published by Cambridge University Press, set a new standard for Greek dramatic commentary. Each play received a critical text, prose translation, and detailed commentary that addressed textual, linguistic, dramatic, and archaeological questions. Jebb's texts are conservative, preferring the manuscript tradition where defensible, and his commentary remains the starting point for serious study of each play. While the OCT by Lloyd-Jones and Wilson (1990) now provides the standard critical text, Jebb's commentary is still regularly consulted.

Translator

F. Storr (Loeb Classical Library)

Text Basis

Text based on Jebb's Cambridge edition. Storr translated for the Loeb Classical Library.

Tap any Greek word to look it up