EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Σκιπίωνος τοῦ πρεσβυτέρου
§1 Σκιπίων δὲ πρεσβύτερος τὴν σχολὴν τὴν ἀπὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας ἐν γράμμασι διατριβὴν ποιούμενος, ἔλεγεν ὁπότε σχολάζοι, πλείονα πράττειν.
§2 ἐπεὶ δὲ Καρχηδόνα κατὰ κράτος εἷλε καὶ τῶν στρατιωτῶν τινες αἰχμάλωτον λαβόντες εὐπρεπῆ παρθένον ἧκον κομίζοντες, αὐτῷ δὲ ἐδίδοσαν, ἡδέως ἄν ἔφη ἔλαβον, εἴπερ ἦν ἰδιώτης καὶ μὴ ἄρχων.
§3 πολιορκῶν δὲ πόλιν Βαθεῖαν, ἧς ὑπερεφαίνετο ναὸς Ἀφροδίτης, ἐκέλευσεν ἐκεῖ τὰς ἐγγύας ὁμολογεῖν, ὡς εἰς τρίτην ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης ἀκουσόμενος τῶν διαδικούντων· καὶ τοῦτʼ ἐποίησεν, ὡς προεῖπε, τῆς πόλεως ἁλούσης.
§4 πυνθανομένου δέ τινος ἐν Σικελίᾳ τίνι πεποιθὼς ἐπὶ Καρχηδόνα μέλλει τὸν στόλον περαιοῦν, δείξας αὐτῷ ἐνόπλους ἄνδρας τριακοσίους γυμναζομένους καὶ πύργον ὑψηλὸν ὑπὲρ θαλάττης οὐδείς ἔφη τούτων ἐστίν, ὅστις ἐπὶ τὸν πύργον ἀναβὰς τοῦτον οὐκ ἂν ἑαυτὸν ῥίψειεν ἐπὶ κεφαλήν, ἐμοῦ κελεύσαντος.
§5 ἐπεὶ δὲ διαβὰς τῆς τε γῆς ἐκράτει καὶ τὰ στρατόπεδα τῶν πολεμίων κατέκαυσεν, οἱ Καρχηδόνιοι πέμψαντες ἐποιοῦντο συνθήκας, τά τε θηρία καὶ τὰς ναῦς καὶ τὰ χρήματα δώσειν ὁμολογήσαντες· Ἀννίβου δὲ καταπλεύσαντος ἐξ Ἰταλίας, μετεμέλοντο ταῖς ὁμολογίαις διὰ τὸ θαρρεῖν· πυθόμενος δὲ Σκιπίων ἔφη μηδὲ βουλομένοις αὐτοῖς ἔτι τὰς σπονδὰς φυλάξειν, ἂν μὴ τάλαντα πεντακισχίλια προσεκτίσωσιν, ὅτι μετεπέμψαντο τὸν Ἀννίβαν.
§6 ἐπεὶ δὲ νικηθέντες οἱ Καρχηδόνιοι κατὰ κράτος περὶ σπονδῶν καὶ εἰρήνης πρέσβεις ἀπέστειλαν πρὸς αὐτόν, ἐκέλευσεν εὐθὺς ἀπιέναι τοὺς ἥκοντας, ὡς οὐκ ἀκουσόμενος πρότερον αὐτῶν Λεύκιον Τερέντιον ἀγάγωσιν· ἦν δὲ Ῥωμαῖος Τερέντιος, ἐπιεικὴς ἀνήρ, γεγονὼς αἰχμάλωτος ὑπὸ Καρχηδονίων· ἐπεὶ δὲ ἧκον ἄγοντες τὸν ἄνδρα, καθίσας ἐν τῷ συμβουλίῳ παρʼ αὑτὸν ἐπὶ τοῦ βήματος, οὕτως ἐχρημάτισε τοῖς Καρχηδονίοις, καὶ κατέλυσε τὸν πόλεμον.
§7 δὲ Τερέντιος ἐπηκολούθησεν αὐτῷ θριαμβεύοντι πιλίον ἔχων ὥσπερ ἀπελεύθερος· ἀποθανόντος δὲ τοῖς ἐπὶ τὴν ἐκφορὰν παραγινομένοις ἐνέχει πίνειν οἰνόμελι καὶ τὰ ἄλλα περὶ τὴν ταφὴν ἐφιλοτιμήθη. ταῦτα μὲν οὖν ὕστερον.
§8 Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ τὸ διαβῆναι Ῥωμαίους ἐπʼ αὐτὸν εἰς Ἀσίαν πέμψαντος πρὸς τὸν Σκιπίωνα περὶ διαλύσεως, ἔδει πρότερον εἶπεν ἀλλὰ μὴ νῦν, ὁπότε καὶ τὸν χαλινὸν καὶ τὸν ἀναβάτην προσδέδεξαι.
§9 χρήματα δὲ τῆς συγκλήτου λαβεῖν αὐτὸν ἐκ τοῦ ταμιείου ψηφισαμένης, τῶν δὲ ταμιῶν οὐ βουλομένων ἀνοῖξαι τῆς ἡμέρας ἐκείνης, αὐτὸς ἀνοίξειν ἔφη· καὶ γὰρ κλείεσθαι διʼ αὐτὸν πλήσαντα χρημάτων τοσούτων τὸ ταμιεῖον.
§10 Πετιλλίου δὲ καὶ Κοΐντου πολλὰ πρὸς τὸν δῆμον αὐτοῦ κατηγορησάντων, εἰπὼν ὅτι τῇ σήμερον ἡμέρᾳ Καρχηδονίους καὶ Ἀννίβαν ἐνίκησεν, αὐτὸς μὲν ἔφη στεφανωσάμενος ἀναβαίνειν εἰς τὸ Καπετώλιον θύσων, τὸν δὲ βουλόμενον τὴν ψῆφον ἐκέλευσε φέρειν περὶ αὐτοῦ· καὶ ταῦτα εἰπὼν ἀνέβαινεν, δὲ δῆμος ἐπηκολούθησε τοὺς κατηγόρους ἀπολιπὼν λέγοντας.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up