EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Ἀγησιλάου
§1 Ἀγησίλαος ἔλεγε τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακοὺς εἶναι, δούλους δὲ ἀγαθούς.
§2 εἰθισμένων δὲ αὐτῶν τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, τί δὲ ἐκεῖνος εἶπεν ἐμοῦ μείζων, εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;
§3 περὶ ἀνδρείας καὶ δικαιοσύνης ἐρωτηθεὶς ποτέρα βελτίων οὐδὲν ἀνδρείας ἔφη χρῄζομεν, ἐὰν πάντες ὦμεν δίκαιοι.
§4 νυκτὸς δὲ μέλλων κατὰ τάχος ἀναζευγνύειν ἐκ τῆς πολεμίας καὶ τὸν ἐρώμενον ὁρῶν ἀπολειπόμενον διʼ ἀσθένειαν καὶ δακρύοντα, χαλεπόν εἶπεν ἅμα ἐλεεῖν καὶ φρονεῖν.
§5 Μενεκράτους δὲ τοῦ ἰατροῦ Διὸς προσαγορευομένου, γράψαντος ἐπιστολὴν πρὸς αὐτὸν Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν ἀντέγραψεν βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.
§6 Λακεδαιμονίων δὲ νικησάντων Ἀθηναίους καὶ τοὺς συμμάχους ἐν Κορίνθῳ, πυθόμενος τὸ πλῆθος τῶν πολεμίων νεκρῶν φεῦ τᾶς Ἑλλάδος εἶπεν τοσούτους ὑφʼ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τοὺς βαρβάρους νικῆν ἅπαντας.
§7 χρησμὸν δὲ λαβὼν ἐν Ὀλυμπίᾳ παρὰ τοῦ Διὸς ὃν ἤθελεν, εἶτα τῶν ἐφόρων κελευόντων καὶ τὸν Πύθιον ἐρωτῆσαι περὶ τῶν αὐτῶν, εἰς Δελφοὺς παραγενόμενος ἠρώτησε τὸν θεὸν εἰ ἅπερ τῷ πατρὶ δοκεῖ καὶ αὐτῷ.
§8 παραιτούμενος δέ τινα τῶν φίλων παρὰ τοῦ Καρὸς Ἱδριέως, ἔγραψε πρὸς αὐτὸν Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες, πάντως δὲ ἄφες.
§9 τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος αὐτᾶς εἶπεν ἄκουκα πολλάκις.
§10 μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην, πάντας τοὺς τρέσαντας ἀτίμους εἶναι τοῦ νόμου κελεύοντος, ὁρῶντες οἱ ἔφοροι τὴν πόλιν ἀνδρῶν ἔρημον οὖσαν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι, καὶ νομοθέτην ἀπέδειξαν τὸν Ἀγησίλαον· δὲ προελθὼν εἰς τὸ μέσον ἐκέλευσε τοὺς νόμους ἀπὸ τῆς αὔριον κυρίους εἶναι.
§11 ἐπεὶ δὲ πεμφθεὶς τῷ βασιλεῖ τῶν Αἰγυπτίων σύμμαχος ἐπολιορκεῖτο μετʼ αὐτοῦ, πολλαπλασιόνων ὄντων τῶν πολεμίων καὶ περιταφρευόντων τὸ στρατόπεδον, κελεύσαντος ἐπεξιέναι καὶ διαμάχεσθαι τοῦ βασιλέως, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσους ἀγωνισάμενοι ἐνίκησεν.
§12 ἀποθνῄσκων δὲ τοὺς φίλους ἐκέλευσε μηδεμίαν πλαθὰν μηδὲ μιμηλὰν ποιήσασθαι τὰς εἰκόνας οὕτω προσαγορεύων· εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖόν ἐστιν· εἰ δὲ μηδέν, οὐδʼ οἱ πάντες ἀνδριάντες.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up