EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Φαβίου Μαξίμου
§1 Φάβιος Μάξιμος Ἀννίβᾳ μάχεσθαι μὴ βουλόμενος ἀλλὰ τρίβειν χρόνῳ τὴν δύναμιν αὐτοῦ, καὶ χρημάτων ἐνδεᾶ καὶ σιτίων οὖσαν, ἐπηκολούθει διὰ τῶν τραχέων καὶ ὀρεινῶν ἀντιπαρεξιών· καταγελώντων δὲ τῶν πολλῶν καὶ παιδαγωγὸν Ἀννίβα καλούντων, μικρὰ φροντίζων ἐχρῆτο τοῖς αὑτοῦ λογισμοῖς· καὶ πρὸς τοὺς φίλους ἔλεγεν ὅτι τὸν σκώμματα φοβούμενον καὶ λοιδορίας δειλότερον ἡγεῖται τοῦ φεύγοντος τοὺς πολεμίους.
§2 ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφʼ ἡμᾶς;
§3 μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου, τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν· ἔλεγεν οὖν Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.
§4 στρατιώτου δέ τινος Λευκανοῦ κατηγορηθέντος πρὸς αὐτόν, ὡς νύκτωρ ἀπὸ τοῦ στρατοπέδου πλανῷτο πολλάκις ἐρῶν γυναικός, τὰ δὲ ἄλλα θαυμαστὸν ἐν τοῖς ὅπλοις πυνθανόμενος εἶναι τὸν ἄνδρα, συλλαβεῖν ἐκέλευσε τὴν ἐρωμένην αὐτοῦ κρύφα καὶ πρὸς αὐτὸν ἀγαγεῖν· ὡς δὲ ἤχθη, μεταπεμψάμενος τὸν ἄνθρωπον οὐ λέληθας ἔφη παρὰ τὸν νόμον ἀπονυκτερεύων· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις· τὰ μὲν οὖν ἡμαρτημένα λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἔσῃ μεθʼ ἡμῶν· ἔχω γὰρ ἐγγυητήν· καὶ προαγαγὼν συνέστησεν αὐτῷ τὸ γύναιον.
§5 Ταραντίνους δὲ κατέχοντα φρουρᾷ τὸν Ἀννίβαν πλὴν τῆς ἀκροπόλεως ἀπαγαγὼν πορρωτάτω διʼ ἀπάτης καὶ τὴν πόλιν ἑλὼν καὶ διαρπάσας, τοῦ γραμματέως ἐπερωτήσαντος τί περὶ τῶν ἱερῶν ἔγνωκεν ἀγαλμάτων, ἀπολίπωμεν ἔφη Ταραντίνοις τοὺς θεοὺς κεχολωμένους.
§6 Μάρκου δὲ Λιβίου τοῦ τὴν ἀκρόπολιν φρουροῦντος διʼ ἑαυτὸν ἑαλωκέναι τὴν πόλιν λέγοντος, οἱ μὲν ἄλλοι κατεγέλων, δὲ Φάβιος εἶπεν ἀληθῆ λέγεις· εἰ γὰρ μὴ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ ἀνέλαβον.
§7 ἤδη δὲ πρεσβύτερος ὤν, ὑπατεύοντος τοῦ υἱοῦ καὶ χρηματίζοντος ἐν δημοσίῳ πολλῶν παρόντων, ἀναβὰς ἐφʼ ἵππον προσῄει· πέμψαντος δὲ τοῦ νεανίσκου ῥαβδοῦχον καὶ καταβῆναι κελεύσαντος, οἱ μὲν ἄλλοι διετράπησαν, αὐτὸς δὲ Φάβιος ἀποπηδήσας τοῦ ἵππου προσέδραμε παρʼ ἡλικίαν καὶ περιβαλὼν τὸν υἱὸν εὖγε εἶπεν παῖ φρονεῖς, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης ἀρχῆς μέγεθος παρείληφας.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up