EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Θεμιστοκλέους
§1 Θεμιστοκλῆς ἔτι μειράκιον ὢν ἐν πότοις ἐκυλινδεῖτο καὶ γυναιξίν· ἐπεὶ δὲ Μιλτιάδης στρατηγῶν ἐνίκησεν ἐν Μαραθῶνι τοὺς βαρβάρους, οὐκέτι ἦν ἐντυχεῖν ἀτακτοῦντι Θεμιστοκλεῖ· πρὸς δὲ τοὺς θαυμάζοντας, τὴν μεταβολὴν ἔλεγεν ὡς οὐκ ἐᾷ με καθεύδειν οὐδὲ ῥᾳθυμεῖν τὸ Μιλτιάδου τρόπαιον.
§2 ἐρωτηθεὶς δὲ πότερον Ἀχιλλεὺς ἐβούλετʼ ἂν Ὅμηρος εἶναι, σὺ δʼ αὐτός ἔφη πότερον ἤθελες νικῶν Ὀλυμπίασιν κηρύσσων τοὺς νικῶντας εἶναι;
§3 Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα τῷ μεγάλῳ στόλῳ, φοβηθεὶς Ἐπικύδην τὸν δημαγωγὸν αἰσχροκερδῆ καὶ δειλὸν ὄντα μὴ στρατηγὸς γενόμενος ἀπολέσῃ τὴν πόλιν, ἔπεισεν ἀργυρίῳ τῆς στρατηγίας ἀποστῆναι.
§4 Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν, ναὶ εἶπεν Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.
§5 ἐπαραμένου δὲ τοῦ Εὐρυβιάδου τὴν βακτηρίαν ὡς πατάξοντος πάταξον μὲν οὖν εἶπεν ἄκουσον δέ.
§6 μὴ πείθων δὲ τὸν Εὐρυβιάδην ἐν τοῖς στενοῖς ναυμαχῆσαι, κρύφα πρὸς τὸν βάρβαρον ἔπεμψε παραινῶν μὴ δεδιέναι τοὺς Ἕλληνας ἀποδιδράσκοντας· ἐπεὶ δὲ πεισθεὶς ἐκεῖνος ἡττήθη ναυμαχήσας ὅπου συνέφερε τοῖς Ἕλλησι, πάλιν ἔπεμψε πρὸς αὐτὸν κελεύων φεύγειν ἐπὶ τὸν Ἑλλήσποντον τὴν ταχίστην ὡς τῶν Ἑλλήνων διανοουμένων λύειν τὴν γέφυραν, ἵνα σῴζων τοὺς Ἕλληνας ἐκεῖνον δοκῇ σῴζειν.
§7 τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡς οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν ἔνδοξός ἐστιν, ἀληθῆ λέγεις εἶπεν ἀλλʼ οὔτʼ ἂν ἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος οὔτε σὺ Ἀθηναῖος.
§8 Ἀντιφάτου δὲ τοῦ καλοῦ πρότερον μὲν ἐρῶντα τὸν Θεμιστοκλέα φεύγοντος καὶ καταφρονοῦντος, ἐπεὶ δὲ δόξαν ἔσχε μεγάλην καὶ δύναμιν, προσερχομένου καὶ κολακεύοντος, μειράκιον εἶπεν ὀψὲ μὲν ἀμφότεροι ἀλλὰ νοῦν ἐσχήκαμεν.
§9 πρὸς δὲ Σιμωνίδην ἐξαιτούμενόν τινα κρίσιν οὐ δικαίαν ἔφη μήτʼ ἂν ἐκεῖνον γενέσθαι ποιητὴν ἀγαθὸν ᾄδοντα παρὰ μέλος μήτʼ αὐτὸν ἄρχοντα χρηστὸν δικάζοντα παρὰ τὸν νόμον.
§10 τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων ἔλεγε δύνασθαι· τῶν γὰρ Ἑλλήνων ἄρχειν Ἀθηναίους, Ἀθηναίων δʼ ἑαυτόν, αὑτοῦ δὲ τὴν ἐκείνου μητέρα, τῆς δὲ μητρὸς ἐκεῖνον.
§11 τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον χρήματα ἀνδρός
§12 χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει.
§13 τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων τί κοπιᾶτε εἶπεν ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι; καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσι.
§14 τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν.
§15 ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν.
§16 ᾐτήσατο δὲ καὶ χρόνον, ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν.
§17 πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up