EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν
§1 Ἀρτοξέρξης Περσῶν βασιλεύς, μέγιστε αὐτόκρατορ Καῖσαρ Τραϊανέ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν εὐμενῶς καὶ προθύμως, ἐπεί, παρελαύνοντος αὐτοῦ καθʼ ὁδόν, αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας. δὲ Λυκοῦργος εὐτελεστάτας ἐποίησεν ἐν Σπάρτῃ τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων. τοιαύτῃ δή τινι γνώμῃ κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς προσφέροντος ἀπὸ φιλοσοφίας, ἅμα τῇ προθυμίᾳ καὶ τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ ὅρον ἔχει τινὰ πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων ἡγεμονικῶν, ἐμφαινομένων τοῖς λόγοις μᾶλλον ταῖς πράξεσιν αὐτῶν. καίτοι καὶ βίους ἔχει τὸ σύνταγμα τῶν ἐπιφανεστάτων παρὰ τε Ῥωμαίοις καὶ παρʼ Ἕλλησιν ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων· ἀλλὰ τῶν μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ δὲ γινόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας ἀποφάσεις καὶ ἀναφωνήσεις, ὥσπερ ἐν κατόπτροις καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν. καὶ Σειράμνης Πέρσης πρὸς τοὺς θαυμάζοντας, ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων, αἱ πράξεις οὐ κατορθοῦνται, τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως. ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοΐαν περιμένουσιν· ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθʼ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up