EN Lat Orig
Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν ἀποφθεγματα Κύρου Δαρείου Σεμιράμιδος. Ξέρξου Ἀρτοξέρξου Κύρου τοῦ νεωτέρου Ἀρτοξέρξου τοῦ μνήμνονος Παρυσάτιδος Ὀρόντου Μέμνονος Ἀιγυπτίων βασίλεων ἔθος Πόλτυος Τήρου Κότυος Ἰδανθύρσου Ἀτέου Σκιλούρου Γέλωνος. Ἱέρωνος Διονυσίου τοῦ πρεσβυτέρου Διονυσίου τοῦ νεωτέρου Ἀγαθοκλέους Δίωνος Ἀχελάου Φιλίππου τοῦ Ἀλεξάνδρου πατρός Ἀλεξάνδρου Πτολεμαίου τοῦ Λάγου Ἀντιγόνου Δημητρίου Ἀντιγόνου τοῦ δευτέρου Λυσιμάχου Ἀντιπάτρου Ἀντιόχου τοῦ τρίτου Ἀντιόχου τοῦ Ἱέρακος Εὐμένους Πύρρου τοῦ Ἠπειρώτου Ἀντιόχου Θεμιστοκλέους Μυρωνίδου Ἀριστείδου Περικλέους Ἀλκιβιάδου Λαμάχου Ἰφικράτους Τιμοθέου Χαβρίου Ἡγησίππου Πυθέου Φωκίωνος τοῦ Ἀθηναίου Πεισιστράτου Δημητρίου τοῦ Φαληρέως Λυκούργου Χαριλάου Τηλέκλου Θεοπόμπου Ἀρχιδάμου Βρασίδου Ἀγίδος Λυσάνδρου Ἀγησιλάου Ἀρχιδάμου τοῦ Ἁγησιλάου Ἄδιδος τοῦ νεωτέρου Κλεομένους Παιδαρήτου Δαμωνίδου Νικοστράτου Ἐυδαμίδου Ἀντιόχου Ἀνταλκίδου Ἐπαμεινώνδου Πελοπίδου Ῥωμαίων ἀποφθέγματα Γαίου Φαβρικίου Φαβίου Μαξίμου Σκιπίωνος τοῦ πρεσβυτέρου Τίτου κοιντίου Γναίου Δομιτίου Ποπλίου Λικινίου Παύλου Ἀιμιλίου Κάτωνος τοῦ πρεσβυτέρου Σκιπίωνος τοῦ νεωτέρου Καικιλίου Μετέλλου Γαίου Μαρίου Κάτλου Λουτατίου Σύλλα Γαίου Πομπιλλίου Λευκούλλου Γναίου Πομπηίου Κικέρωνος Γαίου Καίσαρος Καίσαρος τοῦ Σεβάστου
Ἀντιγόνου
§1 Ἀντίγονος εἰσέπραττε χρήματα συντόνως· εἰπόντος δέ τινος ἀλλʼ οὐκ Ἀλέξανδρος ἦν τοιοῦτος εἰκότως εἶπεν, ἐκεῖνος μὲν γὰρ ἐθέριζε τὴν Ἀσίαν, ἐγὼ δὲ καλαμῶμαι.
§2 τῶν δὲ στρατιωτῶν ἰδών τινας ἐν τοῖς θώραξι καὶ τοῖς κράνεσι σφαιρίζοντας ἥσθη, καὶ τοὺς ἡγεμόνας αὐτῶν μετεπέμπετο ἐπαινέσαι βουλόμενος· ὡς δὲ ἤκουσεν ὅτι πίνουσιν, τὰς ἐκείνων ἡγεμονίας τοῖς στρατιώταις ἔδωκε.
§3 θαυμαζόντων δὲ πάντων, ὅτι γέρων γενόμενος ἠπίως ἐχρῆτο καὶ πράως τοῖς πράγμασι, πρότερον μὲν γάρ εἶπε δυνάμεως ἐδεόμην, νῦν δὲ δόξης καὶ εὐνοίας.
§4 πρὸς δὲ τὸν υἱὸν Φίλιππον πυθόμενον πλειόνων παρόντων πότε μέλλομεν ἀναζευγνύναι; τί δέδοικας; εἶπε μὴ μόνος τῆς σάλπιγγος οὐκ ἀκούσῃς;
§5 σπουδάσαντος δὲ τοῦ νεανίσκου λαβεῖν κατάλυσιν παρὰ γυναικὶ χήρᾳ τρεῖς ἐχούσῃ θυγατέρας εὐπρεπεῖς, καλέσας τὸν ἐπὶ τῶν ξενίων εἶπεν οὐκ ἐξάξεις μου τὸν υἱὸν ἀπὸ τῆς στενοχωρίας;
§6 νοσήσας δὲ μακρὰν νόσον ὡς ἀνέρρωσεν οὐδέν ἔφη χεῖρον· ὑπέμνησε γὰρ ἡμᾶς νόσος μὴ μέγα φρονεῖν ὡς ὄντας θνητούς.
§7 Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος οὐ ταῦτά μοι ἔφη σύνοιδεν λασανοφόρος
§8 εἰπόντος δέ τινος ὅτι πάντα καλὰ καὶ δίκαια τοῖς βασιλεῦσι ναὶ μὰ Δία εἶπε τοῖς τῶν βαρβάρων· ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.
§9 Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατʼ οἰκίαν, ἔσται μὲν οὖν εἶπεν ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων, εἰ μηδὲν ἀδικοῦμεν.
§10 ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον ἐστὶν , τῇ βακτηρίᾳ τὴν σκηνὴν διαστείλας οἰμώξετε εἶπεν εἰ μὴ μακρότερον ἀποστάντες λοιδορήσετε ἡμᾶς.
§11 Ἀριστοδήμου δὲ τῶν φίλων τινὸς ἐκ μαγείρου γεγονέναι δοκοῦντος, συμβουλεύοντος δὲ αὐτῷ τῶν ἀναλωμάτων καὶ τῶν δωρεῶν ἀφαιρεῖν, οἱ λόγοι σου εἶπεν Ἀριστόδημε, περιζώματος ὄζουσιν.
§12 Ἀθηναίων δὲ δοῦλον αὐτοῦ τιμώμενον εἰς τὴν πολιτείαν ὡς ἐλεύθερον ἐγγραψάντων, οὐκ ἂν εἶπεν ἐβουλόμην ἕνα Ἀθηναῖον ὑπʼ ἐμοῦ μαστιγοῦσθαι.
§13 νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου τί λέγεις; εἶπεν ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα;
§14 ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος, ὅτι χιονοβόλος ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι εἶπεν ὡς ὄχλῳ χρώμενος;
§15 Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δὲ εἰπόντος οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη τὸ λῆμμα.
§16 πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι.
§17 Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν οἴει φησὶ τὸν Ὅμηρον, Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις; καὶ Ἀνταγόρας σὺ δέ εἶπεν βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει;
§18 ὄναρ δʼ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπῆσαι· δὲ παραλαβὼν τὸν Μιθριδάτην καὶ συμπεριπατῶν παρὰ θάλασσαν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος φεῦγε, Μιθριδᾶτα ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.
Tap any Greek word to look it up
An open-access project
Vernardakēs 1889
Teubner
Vernardakēs, Teubner, 1889 · 1889
The Editor

Gregorios N. Vernardakēs (Γρηγόριος Ν. Βερναρδάκης, 1848–1925) was a Greek classical scholar and professor at the University of Athens. He produced the monumental Teubner edition of Plutarch's Moralia in seven volumes (1888–1896), a landmark in the textual criticism of this vast and varied collection. Vernardakēs was a bold emender, sometimes controversially so — his willingness to alter the transmitted text drew criticism from more conservative scholars, but his deep knowledge of Plutarch's language and style informed many corrections that have been accepted by subsequent editors.

About This Edition

The Teubner series (Bibliotheca Scriptorum Graecorum et Romanorum Teubneriana), founded in Leipzig in 1849, is one of the two great critical text series for classical authors alongside the Oxford Classical Texts. Teubner editions typically feature a full apparatus criticus recording manuscript variants, conjectures, and editorial decisions. Vernardakēs's Teubner Moralia was the standard edition for decades, though individual treatises have since been re-edited in newer Teubner volumes and in the Budé series. His text is characterised by numerous bold conjectures, some brilliant, others rejected by later scholarship.

Tap any Greek word to look it up