οὐδὲ πατὴρ τότε μοῦνος ἔχεν πόθον· ἀλλὰ καὶ αὐτοὶ
ἓν βέλος ἶσον ἔχοντες, ὅσοι ναετῆρες Ὀλύμπου,
Δηῴης ὑμέναιον ἑεδνώσαντο θεαίνης.
ἔνθα σέλας ῥοδέοιο διαλλάξασα προσώπου
5 ἄλγεσι κυμαίνοντα νόον μαστίζετο Δηώ·
καὶ κεφαλῆς γονόεσσαν ἀπεσφήκωσε καλύπτρην,
αὐχενίης λύσασα καθειμένα βόστρυχα χαίτης,
παιδὶ περιφρίσσουσα· βαρυνομένης δὲ θεαίνης
δάκρυσιν αὐτοχύτοισι καθικμαίνοντο παρειαί,
10 ὅττι τόσους μνηστῆρας ἑνὶ φλογόεντι βελέμνῳ
εἰς ἔριν οἰστρηθέντας ὁμοζήλων ὑμεναίων
ξυνὸς Ἔρως βάκχευεν, ἁμιλλητῆρας Ἐρώτων·
πάντας μὲν τρομέεσκε, τὸ δὲ πλέον ὄμπνια μήτηρ
παιδὸς ἔχειν Ἥφαιστον ἐδείδιε χωλὸν ἀκοίτην.
15 καὶ δόμον Ἀστραίοιο μετέστιχεν εὔποδι ταρσῷ,
δαίμονος ὀμφήεντος· ὀπισθοπόρων δὲ κομάων
ἄπλοκον ἀσταθέεσσιν ἐσείετο βόστρυχον αὔραις.
τὴν μὲν ἰδὼν ἤγγειλεν Ἑωσφόρος· εἰσαΐων δὲ
ὦρτο γέρων Ἀστραῖος· μὲν γραμμῇσι χαράσσων
20 κυανέην ἐνέπασσε κόνιν περὶ νῶτα τραπέζης,
καὶ τυπόων ἑλικηδὸν ὑπʼ ἀγκυλόδοντι σιδήρῳ
πυθμένα τετράπλευρον ἐπέγραφεν αἴθοπι τέφρῃ,
καὶ τύπον ἄλλον ἔτευξεν ἰσογλώχινι τριγώνῳ.
ἀλλὰ τὰ μὲν μεθέηκε καὶ ἤλυθεν ἄγχι θυράων
25 ἀντιόων Δήμητρι· διεσσυμένων δὲ μελάθρου
ἕσπερος ἡγεμόνευε, καὶ εἰς θρόνον ἵδρυε Δηὼ
πατρὸς ἑοῦ παρὰ θῶκον· ὁμοστόργῳ δὲ μενοινῇ
νεκταρέου κεράσαντες ἀπὸ κρητῆρος Ἀῆται
δαίμονα λυσιπόνοισιν ἐδεικανόωντο κυπέλλοις
30 υἱέες Ἀστραίοιο· πιεῖν δʼ ἠρνήσατο Δηὼ
Περσεφόνης μεθύουσα μεληδόνι· μουνοτόκοι γὰρ
τηλυγέτους διὰ παῖδας ἀεὶ τρομέουσι τοκῆες·
ἀλλὰ μόγις παρέπεισεν ἀναινομένην ἔτι Δηὼ
ἡδυεπὴς Ἀστραῖος ἔχων θελξίφρονα Πειθώ.
35 ἔνθα γέρων μέγα δεῖπνον ἐπήρτυεν, ὄφρα μερίμνας
θυμοδακεῖς Δήμητρος ἀποσκεδάσειε τραπέζῃ.
καὶ πίσυρες λαγόνεσσι καθαψάμενοι τελαμῶνας
πατρὸς ὑποδρηστῆρες ἐμιτρώθησαν Ἀῆται·
νεκταρέῳ δὲ κύπελλα παρὰ κρητῆρι τιταίνων
40 εὖρος ἐῳνοχόει, προχόῳ δʼ ἐπιδόρπιον ὕδωρ
εἶχε Νότος, Βορέης δὲ φέρων ἐπέθηκε τραπέζῃ
ἀμβροσίην, Ζέφυρος δὲ περιθλίβων θρόον αὐλοῦ
εἰαρινοῖς δονάκεσσι μελίζετο θῆλυς Ἀήτης·
καὶ στεφάνους ἔπλεξεν Ἑωσφόρος ἄνθεα δήσας
45 ὀρθρινοῖς κομόωντα δροσιζομένοισι κορύμβοις·
καὶ νυχίου λαμπτῆρος ἐθήμονα πυρσὸν ἀείρας
ἕσπερος ὀρχηστῆρι ποδῶν ἐλελίζετο ταρσῷ
πάλλων καμπύλον ἴχνος, ἐπεὶ πέλε πομπὸς Ἐρώτων,
καὶ σκαρθμῷ μεμέλητο χοροπλεκέων ὑμεναίων.
50 ἀλλʼ ὅτε δὴ μετὰ δαῖτα θεὰ κεκόρητο χορείης
σεισαμένη βαρὺ κέντρον ἀμερσινόοιο μερίμνης,
μαντοσύνην ἐρέεινε, φιλοστόργου δὲ γεραιοῦ
λαιῇ μὲν παλάμῃ γονάτων θίγε, λισσομένη δὲ
δεξιτερῇ ψαύεσκε βαθυσμήριγγος ὑπήνης·
55 καὶ πολέας μνηστῆρας ἑῆς μυθήσατο κούρης
θέσφατα μαστεύουσα παρήγορα· μαντοσύναι γὰρ
ἐλπίσιν ἐσσομένῃσιν ὑποκλέπτουσιν ἀνίας.
οὐδὲ γέρων Ἀστραῖος ἀναίνετο· μουνοτόκου δὲ
κούρης ἀρτιλόχευτα γενέθλια μέτρα νοήσας
60 καὶ χρόνον οὐ πταίοντα καὶ ἀπλανέος δρόμον Ὥρης
ἀρχεγόνου, κάμψας δὲ μετάτροπα δάκτυλα χειρῶν
ἀμφὶ παλιννόστοιο μετήλυδα κύκλον ἀριθμοῦ
ἐκ παλάμης παλάμῃ διεμέτρεε δίζυγι παλμῷ·
καί οἱ κεκλομένῳ θεράπων εὔκυκλον ἀείρας
65 σφαῖραν ἑλισσομένην, τύπον αἰθέρος, εἰκόνα κόσμου,
Ἀστερίων παρέθηκε λαβὼν ἐπὶ πώματι χηλοῦ.
ἔνθα γέρων πεπόνητο, καὶ ἄξονος ἄκρον ἑλίσσων
ζῳδιακὸν περὶ κύκλον ἑὴν ἐτίταινεν ὀπωπὴν
λεύσσων ἔνθα καὶ ἔνθα καὶ ἀπλανέας καὶ ἀλήτας·
70 καὶ πόλον ἀμφελέλιζε· πολυστροφάλιγγι δὲ ῥιπῇ
εἰς δρόμον ἀστήρικτον ἀτέρμονι κάμπτετο νύσσῃ
ἄστρασι ποιητοῖσι νόθος κυκλούμενος αἰθήρ,
ἄξονι μεσσατίῳ τετορημένος· εὗρε δὲ δαίμων
σφαῖραν ἰδὼν στεφανηδόν, ὅτι πλήθοντι προσώπῳ
75 ἀγκύλα συνδέσμοιο διέτρεχε νῶτα Σελήνη,
καὶ Φαέθων ἰσόμοιρος ἔην ἀντώπιδι Μήνῃ
κέντρῳ ὑποχθονίῳ πεφορημένος, ἀχλυόεις δὲ
κῶνος ἀερσιπότητος ἀπὸ χθονὸς ὀξὺς ἀνέρπων
ἀντίτυπον Φαέθοντος ὅλην ἐκάλυψε Σελήνην·
80 καὶ γαμίης φιλότητος ἁμιλλητῆρας ἀκούων
Ἄρεα δίζετο μᾶλλον, ὑπὲρ δυτικοῦ δὲ μελάθρου
φῶρα γάμων ἐνόησε σὺν ἀστέρι Κυπρογενείης
ἑσπερίῳ· καὶ κλῆρον ἐπώνυμον εὗρε τοκήων
παρθενικῆς ἀστραῖον ὑπὸ στάχυν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
85 ὀμβροτόκου Κρονίδαο Φαεσφόρος ἔτρεχεν ἀστήρ.
ἀλλʼ ὅτε πάντα νόησεν ἀριθμήσας ἴτυν ἄστρων,
σφαῖραν ἀειδίνητον ἀνέκρυφε κοιλάδι κίστῃ,
σφαῖραν ποικιλόνωτον· ἀνειρομένῃ δὲ θεαίνῃ
τριπλόον ὀμφαίης ἀνερεύγετο θέσφατον ἠχοῦς·
90 Δημῆτερ φιλότεκνος, ὑπὸ σκιοειδέι κώνῳ
κλεπτομένης ἀκτῖνος ἀφωτίστοιο Σελήνης
νυμφίον ἁρπακτῆρα φυλάσσεο Περσεφονείης
κρυπτὸν ἀσυλήτοιο τεῆς ληίστορα κούρης,
εἰ λίνα Μοιράων ἐπιπείθεται· ἀπροϊδῆ δὲ
95 ἀθρήσεις πρὸ γάμοιο νόθον λαθραῖον ἀκοίτην
θηρομιγῆ δολόμητιν, ἐπεὶ δυτικῷ παρὰ κέντρῳ
σὺν Παφίῃ στείχοντα γαμοκλόπον Ἄρεα λεύσσω,
ἀμφοτέροις δὲ Δράκοντα παραντέλλοντα δοκεύω.
ὀλβίστην ἐνέπω σε· σὺ γὰρ τετράζυγι κόσμῳ
100 ἔσσεαι ἀγλαόκαρπος, ὅτι χθονὶ καρπὸν ὀπάσσεις
ἀτρυγέτῳ· κούρης γὰρ ὑπὲρ κλήροιο τοκήων
παρθένος Ἀστραίη σταχυώδεα χεῖρα τιταίνει.
ὣς φάμενος μαντῷον ὑπὸ στόμα κοίμισεν ὀμφήν.
ἀλλʼ ὅτε Δημήτηρ δρεπανηφόρος ἐλπίδα καρπῶν
105 ἐσσομένων ἤκουσε καὶ αὐτοκέλευστον ἀκοίτην
τηλυγέτης ἀδμῆτος ἀνέγγυον ἅρπαγα κούρης,
ἔστενε μειδιόωσα· διʼ ὑψιπόρου δὲ κελεύθου
οἶκον εὸν σπεύδουσα κατηφέι δύσατο ταρσῷ
καὶ ζυγὸν εὐδίνητον ἐχιδναίῃ παρὰ φάτνῃ
110 ἀμφιταλαντεύσασα λόφῳ διδυμάονι θηρῶν
ἄζυγας ἑρπηστῆρας ἐπεσφήκωσε λεπάδνῳ·
καὶ γένυν ἀγκυλόδοντι περισφίγγουσα χαλινῷ
ξανθοφυὴς βλοσυροῖο διʼ ἅρματος ἤγαγε Δηὼ
παῖδα καλυπτομένην νεφέλης κυανάμπυκι μίτρῃ,
115 καὶ κτύπον ἀντικέλευθον ἐπιβρομέοντος ἀπήνῃ
θηρονόμῳ μάστιγι κατερροίζησε Βορῆος,
ἠερίης ἱππηδὸν ἐπεσσυμένων δρόμον αὔρης
ἀσταθέων πτερὰ κοῦφα περιστέλλουσα δρακόντων
ἀμφὶ κέρας Λιβυκοῖο παλίσσυτον Ὠκεανοῖο.
120 Δικταίης δʼ ἀίουσα μέλος κορυθαιόλον ἠχοῦς
Κρῆτα χορὸν παράμειβε βαρυσμαράγοιο βοείης
νῶτα περισκαίροντα κυβιστητῆρι σιδήρῳ.
καί τινα λάινον οἶκον ἐποπτεύουσα θεαίνη
Σικελίης τριλόφοιο Πελωρίδα δύσατο πέτρην
125 Ἀδριάδας παρὰ θῖνας, ὅπῃ χύσις ἄστατος ἅλμης
εἰς δύσιν ἑλκομένη περικάμπτεται εἴκελος ἅρπῃ,
εἰς Λίβα πομπεύουσα Βορειόθεν ἀγκύλον ὕδωρ·
καί, Κυανῆν ὅθι πυκνὰ ῥόος χυτλώσατο κούρην
κρηναίῳ στροφάλιγγι χέων ὀπτήριον ὕδωρ,
130 γείτονα κόλπον ὄπωπεν ἰσοσταθέοντα μελάθρῳ,
λαϊνέης ὀρόφοιο περιστεφθέντα καλύπτρῃ,
ὃν φύσις ἐθρίγκωσε χαραδραίῳ πυλεῶνι
λάινον ἱστὸν ἔχοντα μεμηλότα γείτοσι Νύμφαις.
καὶ θεὸς ὀρφναίοιο διερπύζουσα μελάθρου
135 παῖδα πολυσφρήγιστον ἐνέκρυφε φωλάδι πέτρῃ·
λυσαμένη δὲ δράκοντας ἐυπτερύγων ἀπὸ δίφρων
τὸν μὲν δεξιτεροῖο παρὰ πρηῶνα θυρέτρου,
τὸν δὲ λιθογλώχινα πύλης παρὰ λαιὸν ὀχῆα
στῆσεν ἀθηήτοιο φυλάκτορα Περσεφονείης·
140 κεῖθι δὲ Καλλιγένειαν, ἑὴν εὔπαιδα τιθήνην,
κάλλιπε σὺν ταλάροισι, καὶ ὁππόσα θήλεϊ φύτλῃ
Παλλάδος εὐπαλάμοιο νέμει ταλασήιος ἱδρώς·
καὶ ποσὶν ἠέρα τέμνεν, ἐρημονόμοις δὲ φυλάξαι
καμπύλα πετραίῃσιν ἐπέτρεπεν ἅρματα Νύμφαις.
145 ἀμφὶ δὲ καρχαρόδοντα γένυν πεπόνητο σιδήρου
εἰροκόμῳ ξαίνουσα περὶ κτενὶ λήνεα κούρη,
ἠλακάτῃ δʼ ἐνέλισσε· πολυστροφάδεσσι δὲ ῥιπαῖς
εἰλυφόων ἄτρακτος ἕλιξ βητάρμονι παλμῷ
νηθομένων ἐχόρευε μίτων κυκλούμενος ὁλκῷ·
150 καὶ ποσὶ φοιταλέοισι παλίνδρομος ἄκρον ἀπʼ ἄκρου
πρωτοπαγῆ ποίησε διάσματα, φάρεος ἀρχήν,
ἱστῷ δʼ ἀμφὶς ἕλισσεν· ὕφαινε δὲ κερκίδι κούρη
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀμφὶ δὲ πέπλῳ
γνωτὴν ἰστοτέλειαν ἑὴν ἐλίγαινεν Ἀθήνην.
155 παρθένε Περσεφόνεια, σὺ δʼ οὐ γάμον εὗρες ἀλύξαι,
ἀλλὰ δρακοντείοισιν ἐνυμφεύθης ὑμεναίοις,
Ζεὺς ὅτε πουλυέλικτος ἀμειβομένοιο προσώπου
νυμφίος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
εἰς μυχὸν ὀρφναίοιο διέστιχε παρθενεῶνος,
160 σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ
εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων
καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
165 Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης
μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά γύψῳ
170 κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
175 τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ
180 εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
185 ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου
αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς·
ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
190 καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·
ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
195 ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·
καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας
τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.
200 καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ
τρηχαλέον μύκημα διʼ ἠέρος ἔβρεμεν Ἥρη,
μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ
αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,
καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
205 ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.
Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου
γινώσκων σκιόεντα τύπον δοδίοιο κατόπτρου,
μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ
Ζαγρέος εὐκεράοιο κατεκλήισσε φονῆας
210 Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων
θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.
ἀντολίην δʼ ἔφλεξε καὶ αἰθαλόεντι βελέμνῳ
αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ
κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
215 Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου
ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.
καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ
Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ
ἡμιδαὴς σέδας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη,
220 Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς
πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·
καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος
θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.
καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων
225 Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ·
Ζεὺς δὲ χόλον πρήυνε, μαραινομένην δὲ καραυνῷ
γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι
λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.
καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
230 πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ
βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,
ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις
κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
235 ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ
καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,
καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ
Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα κεραίης
εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,
240 γείτων δʼ Ἠελίοιο προάγγελον Ἱστοβοῆος
σκορπίον εἶχεν Ἄρης, μιτρούενον αἴθοπι Ταύρῳ,
δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,
καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης
ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
245 δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,
καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος
φέγγεϊ παχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῇ
παρθενικῇ πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,
ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ
250 αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες
Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου
κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,
ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο
λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
255 κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον Ὠκεανοῖο,
καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ
δοψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·
ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης
Νηρεΐδες γεγάασιν Ὀρειάδες. μέγα δειλή,
260 χερσὶν ἀπειρήτοισιν ἐνήχετο παρθένος Ἠχὼ
ἀρχαίης φόβον ἄλλον ἀμειβομένη περὶ μίτρης,
μή ποτε Πᾶνα φυγοῦσα Ποσειδάωνι μιγείη.
ποντοπόροι δὲ λέοντες ἀήθεος ἔνδοθι πέτρης
χερσαίων ἐχόρευον ἐνὶ σπήλυγγι λεόντων
265 μυδαλέοις μελέεσσι· χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
εἰναλίῳ δελφῖνι συνήντετο κάπρος ἀλήτης·
καὶ ξυνοῖς ῥοθίοισιν ὀρεσσιχύτου νιφετοῖο
θῆρες ἐναυτίλλοντο σὺν ἰχθύσιν· εἱλικόεις δὲ
πούλυπος οὐρεσίφοιτος ἐπεσκίρτησε λαγωῷ.
270 καὶ διεροὶ Τρίτωνες ὑπὸ σφυρὰ φωλάδος ὕλης
ἔγχλοον αἰθύσσοντες ἐπʼ ἐξύι δίπτυχον οὐρὴν
Πανὸς ὀρεσσαύλοισιν ἐνεκρύπτοντο μελάθροις,
σύμπλοον ἠερίοισιν ἐπτιρέψαντες ἀήταις
στικτὴν ἠθάδα κόχλον· ἐν εὐύδρῳ δὲ κολώνῃ
275 Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤντετο Νηρεύς,
μυδαλέην σύριγγα διαπλώουσαν ἐάσσας·
καὶ ναέτης πετραῖος ὄρος μετὰ πόντον ἀμείβων
ἰκμαλέον σπέος εἶχεν ὑπωροφίης δόμον Ἠχοῦς.
καὶ διερῷ τότε φῶτες ἀνοιδαίνοντες ὀλέθρῳ
280 ὕδασι τυμβεύοντο, πολὺς δέ τις ἄλλος ἐπʼ ἄλλῳ
πλώετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ·
καὶ νιφετῷ κελάδοντι κεχηνότος ἀνθερεῶνος
χανδὸν ἀπὸ σκοπέλοιο πιὼν ὀρεσίδρομον ὕδωρ
πῖπτε λέων, πέσε κάπρος. ὁμοζεύκτῳ δὲ ῥεέθρῳ
285 λίμναι ὁμοῦ ποταμοῖσι, Διὸς ῥόος, ὕδατα πόντου
ἀλλήλοις κεκέραστο, καὶ εἰν ἑνὶ τέσσαρες αὖραι
συμμιγέων ἀνέμων ἐπεμάστιον ἄκριτον ὕδωρ.
καὶ διερὴν χθόνα πᾶσαν ἰδὼν ὑπὸ μείζονι παλμῷ
μοῦνον ἀπειλητῆρι τινασσομένην Διὸς ὄμβρῳ
290 πόντιος ἐννοσίγαιος ἑὴν ἔρριψεν ἀκωκὴν
ἀσχαλόων, τίνα γαῖαν ἀνοχλίσσειε τριαίνῃ.
Νηρεΐδων δὲ φάλαγγες ἐπέπλεον ἄβροχον ὕδωρ·
καὶ χλοερῆς Θέτιν εἶχεν ἐπʼ ἰξύος ὑγρὸς ὁδίτης,
τρίτων εὐρυγένειος, ἐπʼ ἰχθυόεντι δὲ νώτῳ
295 πομπίλον ἡνιόχευεν ἐν ἠέρι φοιτὰς Ἀγαύη,
καὶ λόφον ὑδατόεντι φέρων κυκλούμενον ὁλκῷ,
Δωρίδα κουφίζων, μετανάστιος ἔτρεχε δελφίς.
καὶ βυθίη φάλλαινα περισκαίρουσα κολώναις
πλάζετο, μαστεύουσα χαμευνάδος ἄντρα λεαίνης.
300 καὶ τότε κυματόεσσαν ἰδὼν ὑπὸ γείτονα πέτρην
νηχομένην Γαλάτειαν ἀνίαχε μυδαλέος Πάν·
Πῇ φέρεαι, Γαλάτεια, διʼ οὔρεος ἀντὶ θαλάσσης;
μὴ τάχα μαστεύεις ἐρατὴν Κύκλωπος ἀοιδήν;
πρὸς Παφίης λίτομαί σε καὶ ὑμετέρου Πολυφήμου,
305 μὴ κρύψῃς δεδαυῖα βαρὺν πόθον, εἰ παρὰ πέτραις
νηχομένην ἐνόησας ἐμὴν ὀρεσίδρομον Ἠχώ.
ῥά σοι ἶσον ἔχει διεπὸν δρόμον; ῥα καὶ αὐτὴ
ἑζοθένη δελφῖνι θαλασσαίης Ἀφροδίτης,
ὡς Θέτις ἀκρήδεμνος, ἐμὴ ναυτίλλεται Ἠχώ;
310 δείδια, μή μιν ὄρινε δυσάντεα κύματα πόντου·
δείδια, μή μιν ἔκευθε μέγας ῥόος· ὣς ἄρα δειλὴ
ἄστατος ἐν πελάγεσσι μετʼ οὔρεα κύματα βαίνει·
ποτε πετρήεσσα φανήσεται ὑδριὰς Ἠχώ.
ἀλλὰ τεὸν Πολύφημον ἔα βραδύν· ἢν ἐθελήσῃς,
315 αὐτὸς ἐμοῖς ὤμοισιν ἀερτάζων σε σαώσω·
οὔ με κατακλύζει κελάδων ῥόος· ἢν ἐθελήσω,
ἴχνεσιν αἰγείοισιν ἐλεύσομαι εἰς πόλον ἄστρων.
ὥς φαμένῳ Γαλάτεια τόσην ἀντίαχε φωνήν·
Πὰν φίλε, σὴν ἀνάειρε διʼ οἴδματος ἄπλοον Ἠχώ·
320 μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω·
ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.
καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.
οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ
τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.
325 εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.
πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο
πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν
ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,
οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
330 Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου
Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι
ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ
μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·
ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης
335 κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη
μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·
ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ
λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.
καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ
340 Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης,
ὧν μὲν εὐκάρποιο διʼ αὔλακος ἤθελεν ἕρπειν
τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
ὅς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης
ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων
345 Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν·
Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;
Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;
ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.
ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ
350 ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ·
δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.
Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω
οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης.
ἕσπεό μοι φιλέοντι, Συρηκοσίης δʼ Ἀρεθούσης
355 ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην.
ἀλλʼ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει
οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς
ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ·
οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. μέγα θαῦμα·
360 αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου
καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου
οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
365 πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
370 λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
375 γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.
380 καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
385 δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up