§5.1–5.159
ἀλλʼ ὅτε δὴ πολέμων ὀφιώδεα λήια κείρων
Κάδμος ὀδοντοφύτων καλάμην ἤμησε Γιγάντων,
σπένδων λύθρον Ἄρηι θαλύσια δηιοτῆτος,
φαιδρύνας ἑὰ γυῖα δρακοντοβότῳ παρὰ Δίρκῃ
5 Δελφίδα βοῦν ἱέρευσε θεοδμήτων ἐπὶ βωμῶν,
Παλλάδι καλὸν ἄγαλμα. Καταρχομένῳ δὲ θυηλὰς
δίζυγες ἔνθα καὶ ἔνθα περιρραίνοντο κεραῖαι
οὐλοχύταις· δὲ γυμνὸν ἑλὼν παρὰ γείτονι μηρῷ
φάσγανον Ἀσσυρίοιο παρήορον ἐκ τελαμῶνος
10 ἀκροτάτην τρίχα τάμνε τανυρρίνοιο καρήνου
ἄορι κωπήεντι· Θεοκλύμενος δὲ κεραίης
δραξάμενος μόσχοιο παλίντονον εἴρυσε δειρήν,
αὐχενίους δὲ τένοντας ἀπηλοίησε Θυέστης
ἀμφιτόμῳ βουπλῆγι, καὶ αἱμαλέῳ βοὸς ὁλκῷ
15 λάινος Ὀγκαίης ἐρυθαίνετο βωμὸς Ἀθήνης,
καὶ βοέου κερόεντος ἀρασσομένοιο μετώπου
πρηνὴς μόσχος ἔπιπτε· δαϊζομένης δὲ σιδήρῳ
πλευρὰ διατμήξαντες ἐμιστύλαντο μαχαίρῃ,
καὶ βοέην τρηχεῖαν ἐγυμνώσαντο καλύπτρην
20 ἐκταδίην· δὲ φαιδρὸν ἐπὶ χθονὶ φᾶρος ἑλίξας
αὐτὸς ἄναξ πεπόνητο, καὶ εὐφυέων κρέα μηρῶν
ὠμὰ διατμήξας ἐκαλύψατο δίξυγι δημῷ
μιστύλλων κατὰ βαιόν, ἐπʼ ἀνθρακιῇ δὲ τανύσσας
σπλάγχνα σιδηρείοισι πεπαρμένα μακρὰ κορύμβοις
25 εἴρυσεν, ὀπτήσας ἁπαλῷ πυρί· μεσσοπαγῆ δὲ
ἀκροπόρῳ στοιχηδὸν ἄγων τετορημένα χαλκῷ
ἀνθοκόμου κατέθηκε χαμαιζήλοιο τραπέζης
δαιτρός, ἐπασσυτέρους ὀβελοὺς ζείοντας ἀείρας.
καὶ θυόεις ἐλέλικτο διʼ ἠέρος ἀτμὸς ἀλήτης
30 Ἀσσυρίης λιβάνοιο. τελειομένης δὲ θυηλῆς
δεῖπνον ἔην, καὶ Κάδμος ἑλὼν ἐπένειμεν ἑκάστῳ
κεκριμένης ὀρέγων ἰσοελκέα μοῖραν ἐδωδῆς.
δαιτυμόνων δὲ φάλαγγες ἐπʼ εὐκύκλοιο τραπέζης
εἰλαπίνης ἀπέθεντο πόθον κεκορηότι θυμῷ.
35 οὐδὲ δρακοντοφόνῳ καμάτων τέλος ἔπλετο Κάδμῳ,
ἀλλὰ μεθʼ ἑρπηστῆρα, μετʼ ἄγρια φῦλα Γιγάντων,
Ἐκτήνων προμάχοισι καὶ Ἄονι μάρνατο λαῷ
βάρβαρον ἀμώων στάχυν Ἄρεος, ἀγχιπόροις δὲ
ἔχραε Τεμμίκεσσι· καλεσσαμένῳ δὲ μαχητὰς
40 ποικίλος ἑσμὸς ἵκανε περικτιόνων ἐπικούρων.
καὶ διδύμαις στρατιῇσιν Ἔρις ξύνωσεν Ἐνυῷ
φύλοπιν ὠδίνουσα· συνερχομένων δὲ κυδοιμῷ
τόξον ἐκυκλώθη, δόρυ πάλλετο, σείετο πήληξ,
καὶ βέλος ἐρροίζησεν, ἐπʼ ὀμφαλόεντι δέ κύκλῳ
45 βαλλομένη μυλόεντι λίθῳ σμαράγησε βοείη.
καὶ κταμένων ῥέεν αἷμα· πολὺς δʼ ἐπὶ φορβάδι γαίῃ
ἡμιθανής προκάρηνος ἀνὴρ κεκύλιστο κονίῃ.
καὶ στρατὸς ἀντιβίων ἱκέτης ἐκλίνετο Κάδμῳ·
λῦτο δʼ ἀγών. Φονίην δὲ μετὰ στροφάλιγγα κυδοιμοῦ
50 Κάδμος ἀπυργώτοιο θεμείλια πήγνυε Θήβης.
πολλαὶ δʼ ἔνθα καὶ ἔνθα μεριζομένων κενεώνων
αὔλακες ἐτμήγοντο, πολυσχιδέων δὲ κελεύθων
ἕδρανα καρχαρόδοντι βοῶν κεχάρακτο σιδήρῳ·
πολλαὶ δʼ ἀντιπόρων ἀνέμων τετράζυγι κόσμῳ
55 ἔμμοροι ἐν χόρτοισιν ἐμετρήθησαν ἀγυιαί.
καὶ πόλις Ἀονίη Τυρίης ποικίλλετο τέχνης
κάλλεϊ λαϊνέῳ· καὶ ἐποίπνυεν ἄλλος ἐπʼ ἄλλῳ
γειοτόμῳ γλωχῖνι ταμὼν ἑτερόχροα πέτρην
ἐργατίνης Βοιωτὸν ὑπὸ κλέτας, ἣν παρὰ λόχμῃ
60 Τευμησσοῦ δρυόεντος ἐμαιώσαντο κολῶναι,
ἣν Ἑλικὼν βλάστησε καὶ ἣν ὤδινε Κιθαιρών.
καὶ νηοὺς ἐτέλεσσε θεῶν καὶ δώματα φωτῶν
τορνώσας κανόνεσσιν· ἐπʼ ἀρρήκτοις δὲ δομαίοις
ἑπταπόρῳ πυλεῶνι περίδρομον ἄστυ χαράξας
65 οὐρανὸν ἑπτάζωνον ἑῇ μιμήσατο τέχνῃ,
ἐσσόμενον ναέταις Ἀμφίονι τεῖχος ἐάσας
πυργοδόμῳ κιθάρῃ πεφυλαγμένον. οὐρανίοις δὲ
ἑπτὰ πύλας ἀνέθηκεν ἰσηρίθμοισιν ἀλήταις
ἰσοτύπους· πρῶτον μὲν ἐς ἑσπέριον κλίμα πήξας
70 Ὀγκαίην ἐπένειμε πύλην γλαυκώπιδι Μήνῃ
ἐκ βοὸς ὀγκηθμοῖο φερώνυμον, ὅττι καὶ αὐτὴ
ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη
τριπλόον εἶδος ἔχουσα πέλει Τριτωνὶς Ἀθήνη·
δεύτερον Ἑρμάωνι διαυγέι γείτονι Μήνης
75 δῶκε γέρας πυλεῶνα· διαγράψας δὲ τετάρτην
Ἠλέκτρην Φαέθοντος ἐπώνυμον, ὅττι φανέντος
σύγχροος Ἠλέκτρης ἀμαρύσσεται ὄρθριος αἴγλη,
ἠελίῳ πυρόεντι πύλην ἀντώπιον Ἠοῦς
μεσσατίην ἀνέθηκεν, ἐπεὶ μέσος ἐστὶ πλανήτων·
80 πέμπτην δʼ Ἄρεϊ δῶκε, πόρε τριτάτην Ἀφροδίτῃ,
ἀμφοτέρων ἑκάτερθεν ὅπως Φαέθων μέσος εἴη,
γείτονα θοῦρον Ἄρηα διατμήγων Ἀφροδίτης·
ἕκτην Ζηνὸς ἄγαλμα φαεινοτέρῳ κάμε κόσμῳ
ὑψιφανῆ· πυμάτην δὲ Κρόνου λάχεν ἕβδομος ἀστήρ.
85 τοῖον ἕδος ποίησε· καὶ ἱερὸν ἄστυ πολίσσας
Αἰγυπτίης ἐκάλεσσεν ὁμώνυμον ἄστεϊ Θήβης,
ποικίλον ἀσκήσας χθόνιον τύπον, ἶσον Ὀλύμπῳ.
Ἀονίων δὲ θύγατρες ἀνεκρούσαντο χορείαις
Ἁρμονίης ὑμέναιον· ἐπʼ εὐθαλάμῳ δὲ μελάθρῳ
90 Θρηικίης φθέγξαντο χορίτιδες οὔνομα νύμφης.
καὶ Παφίη νεότευκτον ἐκόσμεε παστάδα Κάδμῳ
παιδὸς ἑῆς μέλπουσα θεοκλήτους ὑμεναίους
μήτηρ ἱμερόεσσα· πατὴρ δʼ ὑπὸ χάρματι κούρης
γυμνὸς ἄτερ σακέων ὠρχήσατο μείλιχος Ἄρης
95 δεξιτερὴν ἀσίδηρον ἐπικλίνων Ἀφροδίτῃ,
καὶ γαμίῃ σάλπιγγι μελίζετο θυμὸν ἐρώτων
ἀντίτυπον σύριγγι, σιδηροφόρου δὲ καρήνου
ἠθάδας εὐπολέμοιο λόφους ἀπεσείσατο χαίτης,
μιτρώσας πλοκαμῖδας ἀναιμάκτοισι κορύμβοις,
100 πλέξας κῶμον Ἔρωτι· σὺν ἀθανάτοις δὲ χορεύων
εἰς γάμον Ἁρμονίης Ἰσμήνιος ἦλθεν Ἀπόλλων
ἑπτατόνῳ κιθάρῃ φιλοτήσιον ὕμνον ἀράσσων·
καὶ μέλος ἐκρούσαντο βιοσσόον ἐννέα Μοῦσαι,
καὶ παλάμας ἐλέλιζε Πολύμνια, μαῖα χορείης,
105 μιμηλὴν δʼ ἐχάραξεν ἀναυδέος εἰκόνα φωνῆς,
φθεγγομένη παλάμῃσι σοφὸν τύπον ἔμφρονι σιγῇ,
ὄμματα δινεύουσα· πολυστρέπτῳ δὲ πεδίλῳ,
Ζηνὶ χαριζομένη, θαλαμηπόλος ἵστατο Νίκη,
Κάδμον ἀνευάζουσα, Διὸς πρόμον, ἀμφὶ δὲ παστῷ
110 παρθενίοις στομάτεσσι γαμήλιον ἔπλεκε μολπήν,
καὶ ποδὸς ἴχνος ἕλισσεν, ἐπʼ εὐκύκλῳ δὲ χορείῃ
αἰδομένη πτερὰ πάλλε παρὰ πτερύγεσσιν Ἐρώτων.
ἐκ δὲ πολυσπερέων δαΐδων ὁμοφεγγέος αἴγλης
ἑσπερίης ἀνέτελλε φάος ψευδήμονος Ἠοῦς.
115 καὶ λιγυροῖς στομάτεσσι φιλοσκάρθμῳ παρὰ παστῷ
πάννυχος ἔπλετο κῶμος ἀκοιμήτοιο χορείης
μελπομένων· σπεύδων γὰρ ἐς ἀγρύπνους ὑμεναίους
ἠθάδα ῥάβδον ἔλειπεν, ἐπεὶ ταμίη πέλεν ὕπνου.
καὶ Θήβη χορὸς ἦεν Ὀλύμπιος· ἦν δὲ νοῆσαι
120 Κάδμον ὁμοῦ καὶ Ζῆνα μιῆς ψαύοντα τραπέζης.
καὶ γαμίοις θαλάμοισι φέρων νυμφοστόλον ὥρην
Ἀρκτῴης ἀνέτελλε Δράκων ὁμόφοιτος Ἁμάξης,
ἄγγελος ἐσσομένων, ὅτι σύννομος ἥλικι νύμφῃ
ἐκ βροτέης ἤμελλεν ἔχειν ὀφιώδεα μορφὴν
125 νυμφίος Ἁρμονίης. μακάρων δέ τις ἄλλος ἐπʼ ἄλλῳ
εἰς θαλάμους σπεύδοντι γέρας δωρήσατο Κάδμῳ·
Ζεὺς μὲν πάντα τέλεια· κασιγνήτην δὲ γεραίρων
Ἥρην πασιμέλουσαν, ἐπεὶ πέλεν Ἄρεϊ μήτηρ,
ἵππιος ὤπασε δῶρα θαλάσσια κυανοχαίτης·
130 Ἑρμῆς σκῆπτρον ἔδωκεν, Ἄρης δόρυ, τόξον Ἀπόλλων,
καὶ στέφανον κομόωντα λίθων ἑτερόχροϊ κόσμῳ
Ἁρμονίης Ἥφαιστος ἐπῃώρησε καρήνῳ,
χρυσείην κροτάφοισιν ἐπικρεμάσας ἀναδέσμην·
καὶ θρόνον εὐλάιγγα πόρε χρυσόθρονος Ἥρη·
135 Ἄρεα κυδαίνουσα πολυφράδμων Ἀφροδίτη
χρύσεον ὁρμὸν ἔχοντα λίθων πολυδαίδαλον αἴγλην
λευκὸν ἐρευθιόωντι συνήρμοσεν αὐχένι κούρης,
Ἡφαίστου σοφὸν ἔργον, περ κάμε Κυπρογενείῃ,
τοξευτῆρος Ἔρωτος ὅπως ὀπτήριον εἴη·
140 ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης
υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·
ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι Μαίης
ποικίλον ὁρμὸν ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
145 ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ
δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ
ἰὸν ἀποπτύουσα διʼ ἀμφοτέροιο καρήνου,
ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,
εἰς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
150 λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ·
ὣς γε ποικίλος ὁρμὸς ἐαγότα νῶτα τιταίνων
κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης
155 χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,
καί οἱ ἑλισσομένη κεφαλὴ πολυδίνεϊ παλμῷ
ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
καὶ στομάτων ἑκάτερθεν ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,
αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,
§5.160–5.321
160 ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,
ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κημῷ·
τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης
εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης
λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
165 ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης
ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·
ἄλλη μάργαρον εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης
γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης
λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἰθοπι κόσμῳ
170 λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.
ἀλλήλαις δʼ ἑκάτερθε συναπτομένων κεφαλάων
χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,
αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις
σύμπλοκον ἔνθα καὶ ἔνθα· διʼ εὐφαέος δὲ προσώπου
175 λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην
ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ
ἁπτομένῳ· κομόων δὲ λίθων πολυειδέι μορφῇ
πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου
δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ
180 εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·
τῷ ἔνι δαίδαλα πάντα τετεύχατο, τῷ ἔνι πάντα
χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,
οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης
μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς
185 ψευδαλέην δʼ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν
καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν,
ὁρμὸν ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ
χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
190 καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ
Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ
τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ
ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
195 πρώτη δʼ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ
καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
μήτηρ δισσοτόκος· τριτάτη δʼ ἀνέτελλεν Ἀγαύη,
200 ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις
εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·
καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
205 δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.
ἄρσενα δʼ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ
Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,
Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
210 σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.
καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι.
Κεκριμένας δὲ θύγατρας ἐπεκλήισσεν ἀκοίταις
Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,
καὶ λέχος ἄλλο μετʼ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ
215 πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,
αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·
οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης
γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,
220 ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις
λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.
καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ
δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
225 καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ
φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.
κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
230 εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,
πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
235 καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν
πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ
καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης
πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,
240 μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ
ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.
κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,
πλαζομένης δʼ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,
τις ἔσω λειμῶνος ἀπʼ ἄνθεος ἄνθος ἀμείβει
245 εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις
χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·
καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος
γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων
καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ
250 σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων
πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης
δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ
βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ
χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων
255 φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,
καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην
ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.
πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,
καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ
260 πίονας ὑγροτόκοιο γονὰς ἔθλιψεν ἐλαίης.
καὶ σκιερῆς πολύδενδρον ὑπὸ κλέτας εὔβοτον ὕλης
εἰς ἕλος, εἰς λειμῶνα φέρων ἐδίδαξε βοτῆρας
ἠελίου φαίνοντος ἐς ἕσπερον ἄχρι νομεύειν.
πλαζομένων δʼ ἀκίχητον ἀπειθέα φοιτάδι χηλῇ
265 ἑσπομένων βραδὺν οἶμον ὀπισθοπόρων στίχα μήλων
εἰς νομὸν ἀνθεμόεντα μιῇ ξύνωσε κελεύθῳ
αἶγα λαβὼν προκέλευθον ὁμοζήλοιο πορείης.
καὶ νομίην ἐνόησεν ὀρειάδα Πανὸς ἀοιδήν.
καὶ πυρὶ σειριάοντα κατεύνασεν ἀστέρα Μαίρης,
270 καὶ Διὸς Ἰκμαίοιο θυώδεα βωμὸν ἀνάψας
αἵματι ταυρείῳ γλυκερὴν ἐπεχεύατο λοιβὴν
ποικίλα φοιταλέης ἐπιβώμια δῶρα μελίσσης,
πλήσας ἁβρὰ κύπελλα μελικρήτου κυκεῶνος·
Ζεὺς δὲ πατὴρ ἤκουσε καὶ υἱέος υἷα γεραίρων
275 πέμψεν ἀλεξικάκων ἀνέμων ἀντίπνοον αὔρην,
Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο.
εἰσέτι νῦν κήρυκες Ἀρισταίοιο θυηλῆς
γαῖαν ἀναψύχουσιν Ἐτήσιαι ἐκ Διὸς αὖραι,
ὁππότε ποικιλόβοτρυς ἀέξεται οἰνὰς ὀπώρη.
280 τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,
Φοίβου Κήιον υἷα· βοοστίκτου δὲ θυηλῆς
πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,
285 καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες,
καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.
ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ
Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
290 Ἀρτέμιδος θεράπων ὀρεσίδρομοςοὐ νέμεσις δὲ
δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·
οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
295 πολλάκι δʼ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων
πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.
ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη
300 ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·
ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,
Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,
εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι θηγοῦ
λουομένης ἐνόησεν ὅλον δέμας ἰοχεαίρης,
305 θηητὴρ δʼ ἀκόρητος ἀθηήτοιο θεαίνης
ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης
ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης
ὄμματι λαθριδίῳ δεδοκημένον ὄμματι λοξῷ
νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμθη,
310 ταρβαλέη δʼ ὀλόλυξεν, ἑῇ δʼ ἤγγειλεν ἀνάσσῃ
ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ
Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην
παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,
καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
315 αἰδμένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.
Ἀκταίων βαρύποτμε, δὲ μὲν λίπεν αὐτίκα μορφὴ
ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,
καὶ τανασὶ γναθμοῖν ἐμηκύνοντο παρειαί,
κνῆμαι ἐλεπτύνοντο, καὶ ἀυκύλα δοιὰ μετώπῳ
320 φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,
καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,
§5.322–5.470
καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ
εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ
ἔτρεχεν ἀξείνοιο διʼ οὔρεος ἅλματι χηλῆς,
325 θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφθῆ δὲ
οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ
νεύμασιν ἀτρέπτοισι βαρύφρονος ἰοχεαίρης
φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης
νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
330 ψευδομένῃ δʼ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ
στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.
καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις
ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ
δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
335 ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ
πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
Ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου
γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·
οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ
340 ὑμετέρῳ προβλῶτες ἐπῃώρηντο κεραῖαι·
ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ
ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·
χώεται ἰοχέαιρα κακώτερα Τριτογενείης.
αἴθέ μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
345 ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,
αἴθε νόον μετάμειψεν, περ δέμας· ἀλλοφυὴς γὰρ
μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.
σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;
ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.
350 μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ
ὀφρύσι θηρείῃσιν ἐχέφρονα δάκρυα λείβω.
ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον
ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.
αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
355 ναί, λίτομαι, καὶ θῆρες ὁμοίιον· εἰπέ, Κιθαιρών,
Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι
δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν
καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,
αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.
360 αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθέ με σύρων
πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθέ με πικροῖς
ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι
νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,
μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,
365 οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.
ἡμιθανὴς τάδʼ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων
θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·
μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς
ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.
370 ἤδη δʼ αὐτοτέλεστος ὀρεστιὰς ἵπτατο Φήμη
Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,
οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,
ἀλλʼ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ
νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·
375 καὶ πλοκάμους ἐδάιξεν, ὅλον δʼ ἔρρηξε χιτῶνα,
πενθαλέοις δʼ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς
αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ
παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν
μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου
380 δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.
καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες
μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ
δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.
μυρομέους δʼ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
385 καὶ πολιὴν πλοκαμίδα λέρων ἀπεκείρατο Κάδμος,
Ἁρμονίη δʼ ἰάχησε· φιλοκλαύαύτων δὲ γυναικῶν
συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβπεμεν ἠχώ.
Αὐτονόη δʼ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ
ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
390 εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν
δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,
πολλάκι δʼ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ
ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ
παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
395 δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ
λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου
γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,
καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόσην·
λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,
400 λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.
δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ
ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς
ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόηδεν ἰούλων
ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.
405 φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης
τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης·
λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δʼ ἀπὸ μόχθων
νόστιμος εἰς δόμον ἦλθεν· ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.
410 ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.
ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·
415 πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·
ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ
420 δέρκεαι Ἀκταίωνα καὶ Ἀκταίωνος ἀκούεις.
εἰ παλάμην ποθέεις καὶ δάκτυλα παιδὸς ἀφάσσειν,
προσθιδίους σκοπίαζε πόδας, καὶ χεῖρα νοήσεις·
εἰ κεφαλὴν ποθέεις, κεφαλὴν ἐλάφοιο δοκεύοις·
εἰ βροτέους κροτάφους, δολιχάς σκοπίαζε κεραίας·
425 εἰ πόδας Ἀκταίωνος, ὀπισθιδίην ἴδε χηλήν·
εἰ μελέων τρίχας εἶδες, ἐμοὶ γεγάασι χιτῶνες.
υἷα, πάτερ, γίνωσκε, τὸν οὐκ ἐσάωσεν Ἀπόλλων·
υἷα, πάτερ, στενάχιζε, τὸν οὐκ ἐφύλαξε Κιθαιρών.
ἀλλοφυῆ σέο παῖδα κατηφέι κεῦθε κονίῃ·
430 μή τεὸν ἀκτερέιστον ὀλωλότα νεβρὸν ἐάσῃς.
μή σε παραπλάγξειε νόθη καὶ ἄπιστος ὀπωπή·
αἴθε, πάτερ, με φύλαξας ἀήθεα θηροσυνάων·
οὐκ ἂν ἐγὼ πόθον εἶχον ἐρημάδος ἰοχεαίρης,
οὐκ ἂν ἐγὼ δέμας εἶδον Ὀλύμπιον. αἴθε δὲ κούρης
435 θνητῆς εἶχον ἔρωτα· χαμαιγενέας δὲ γυναῖκας
καλλείψας ἑτέροισι καὶ ὠκυμόρους ὑμεναίους
ἀθανάτην ἐπόθησα· χολωομένης δὲ θεαίνης
δεῖπνον ἐμῶν σκυλάκων γενόμην, πάτερ· εἰσὶ κολῶναι
μάρτυρες· εἰ σκοπέλοις οὐ πείθεαι, εἴρεο Νύμφας
440 Νηιάδας· δεδάασι δʼ ἐμαὶ δρύες· ἰσοτύπους δὲ
θῆρας ἐμοὺς ἐρέεινε, καὶ οὓς ἐκάλεσσα νομῆας.
ἀλλά, πάτερ, πυμάτην πόρε μοι χάριν, ἀφραδέας δὲ
πένθος ἔχων φιλότεκνον ἐμοὺς μὴ κτεῖνε φονῆας,
παιδοφόνους οἴκτειρον ἀμεμφέας· ἡμετέραις γὰρ
445 θηρείαις ἀέκοντες ἀπεπλάγχθησαν ὀπωπαῖς.
τίς δὲ κύων ἐλάθου ποτὲ φείδεται; ἠὲ τίς ἀνὴρ
νεβροφόνοις σκυλάκεσσι χολώεται; πόσα δειλοὶ
κυκλάδας ἔνθα καὶ ἔνθα περιτροχόωσι κολώνας,
καὶ νέκυν ἰχνεύουσι, τὸν ἔκτανον· ἐκ βλεφάρων δὲ
450 δάκρυα μὲν προχέουσιν ἐχέφρονα, καὶ ποσὶν ἄκροις
δίκτυα πηχύνουσι φιλοστόργῳ τινὶ δεσμῷ
ἀνδράσιν ἀχνυμένοισιν ἐοικότες, ἡμετέρῃ δὲ
πενθαλέαις ὑλακῇσιν ἐπικλαίουσι χαμεύνῃ.
ναί, λίτομαι, μὴ κτεῖνε γοήμονας· ἡμετέρου γὰρ
455 δέρματα λαχνήεντος ἐθηήσαντο προσώπου,
οὐδὲ λιταῖς πείθοντο, καὶ οὐκ ἀνέκοψαν ὀδόντας
ἀλλοίης ἀίοντες ἐμῆς μυκήματα φωνῆς,
καὶ κινυροῖς στομάτεσσιν ἐμὴν ἐρέεινον ἐρίπνην·
σήμερον Ἀκταίωνά τις ἥρπασεν, εἴπατε, πέτραι,
460 πῇ δρόμον ἀμφιέπει κεμαδοσσόον, εἴπατε, Νύμφαι.
τοῖα κύνες φθέγξαντο· καὶ ἀντιάχησε κολώνη·
τίς κεμὰς οὐρεσίφοιτος ἔχει κεμαδοσσόον ἄγρην;
οὐκ ἔλαφον πυθόμην ἐλαφηβόλον· ἀλλοφυὴς δὲ
Ἀκταίων μετάμειπτο καὶ ἔπλετο νεβρὸς ἐχέφρων,
465 ὅς ποτε θῆρας ἔπεφνεν· ὑπʼ ἀνδροφόνῳ δὲ καὶ αὐτὸς
Ἀγρέος αἷμα φέρων ἀγρεύεται ἰοχεαίρῃ.
τοῖα μὲν ἀχνυμένων σκυλάκων ἐβόησαν ἐρίπναι.
πολλάκι δʼ Ἄρτεμις εἶπεν ἐμῷ μαστῆρι φονῆι·
λῆγε, κύων βαρύμοχθε, πολυπλανὲς ἴχνος ἑλίσσων·
470 δίζεαι Ἀκταίωνα, τὸν ἔνδοθι γαστρὸς ἀείρεις,
§5.471–5.621
δίζεαι Ἀκταίωνα, τὸν ἔκτανες· ἢν ἐθελήσῃς,
ὄψεαι ὀστέα μοῦνα τεῆς ἔτι λείψανα φορβῆς.
ἀλλά, πάτερ, κατὰ κόσμον ἐμὸν μόρον εἰς σὲ βοήσω.
θάμνος ἔην τανύφυλλος, μὲν φυλίης, δʼ ἐλαίης·
475 δειλὸς ἐγώ· φυλίης γὰρ ἐπώνυμον ἔρνος ἐάσας
πρέμνον ἐς ἀγχικέλευθον ἀνέδραμον ἁγνὸν ἐλαίης
Ἀρτέμιδος χρόα γυμνὸν ἀθηήτοιο δοκεύων.
ἀασάμην· διδύμην γὰρ ἀτάσθαλον ὕβριν ἀέξων
Παλλάδος εἰς φυτὸν ἦλθον, ἰδεῖν δέμας ἰοχεαίρης
480 τολμηροῖς βλεφάροισιν, ὅθεν βαρύμηνις ἀπειλὴ
ἔχραεν Ἀκταίωνι καὶ Ἀρτέμιδος καὶ Ἀθήνης.
ἄρτι γὰρ ἱδρώουσα πυραυγέι καύματος ἀτμῷ
Ἄρτεμις εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
λούετο μὲν καθαροῖσιν ἐν ὕδασι, λουομένης δὲ
485 ὀφθαλμοὺς ἀμάρυσσεν ἐμοὺς ἀντώπιος αἴγλη
χιονέας ἀκτῖνας ἀκοντίζουσα ῥεέθροις·
φαίης δʼ, ὡς παρὰ χεῦμα παλίμπορον Ὠκεανοῖο
ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
νηιάδες δʼ ὀλόλυξαν ὁμήλυδες· ἴαχε Λοξὼ
490 σύνθροον Οὖπιν ἔχουσα, γαληναίῳ δὲ ῥεέθρῳ
νηχομένην ἀνέκοψε κασιγνήτην Ἑκαέργην.
καὶ ζόφος ἠερόφοιτος ἐμὰς ἐκάλυψεν ὀπωπάς·
ἐκ δὲ φυτοῦ προκάρηνος ἐπωλίσθησα κονίῃ,
καὶ λάχον ἐξαπίνης δέμας αἰόλον, ἀντὶ δὲ μορφῆς
495 ἀνδρομέης ἄγνωστον ἐμὸν δέμας ἔσκεπε λάχνη,
καὶ κύνες ἀγρευτῆρες ὁμῶς ἐχάραξαν ὀδόντας.
σιγήσω τόδε πάντα· τί δεύτερον ἄλγος ἐνίψω;
μή σε καὶ ὑπνώοντα πάλιν στοναχῇσι πελάσσω.
πολλάκι δένδρον ἐκεῖνο παρέστιχες, ὁππόθι κεῖται
500 λείψανον Ἀκταίωνος, ὑπὲρ δαπέδου δὲ λυθέντα
πολλάκι δαιδαλέοιο παρήλυθες ὀστέα νεβροῦ
οἰκτρὰ πολυβρώτων μελέων, μεμερισμένα γαίῃ,
ἀλλήλων ἀπάνευθεν. ἐγὼ δέ σοι ἄλλο βοήσω
πιστὸν ἐμοῦ θανάτου σημήιον· ἀρχεκάκου γὰρ
505 ὄψεαι ἰοδόκην καὶ ἐμὸν βέλος ἐγγύθι δένδρου,
εἰ μὴ καὶ πτερόεντες ἐμορφώθησαν ὀιστοί,
εἰ μὴ χωομένη πάλιν Ἄρτεμις εἰς φυτὸν ὕλης
τόξον ἐμὸν μετάμειψεν, ἐμὴν δʼ ἤλλαξε φαρέτρην.
ὄλβιος Ὦτος ἔην, ὅτι μὴ πέλε νεβρὸς ἀλήτης·
510 οὐ κύνες Ὠρίωνα κυνοσσόον αἴθε καὶ αὐτὸν
σκορπίος Ἀκταίωνα κατέκτανεν ὀξέι κέντρῳ.
δειλὸς ἐγώ· κενεὴ γὰρ ἐμὸν νόον ἤπαφε φήμη·
εἰσαΐων δʼ, ὅτι Φοῖβος, ἀδελφεὸς ἰοχεαίρης,
Κυρήνῃ παρίαυεν, ἐμὸν δʼ ἔσπειρε τοκῆα,
515 Αρτεμιν ὠισάμην ἐμφύλιον εἰς γάμον ἕλκειν.
καὶ πάλιν εἰσαΐων, ὅτι νυμφίον ἀργέτις Ἠὼς
ἥρπασεν Ὠρίωνα καὶ Ἐνδυμίωνα Σελήνη,
καὶ βροτὸν Ἰασίωνα πόσιν προσπτύξατο Δηώ,
ὠισάμην, ὅτι τοῖος ἔην νόος ἰοχεαίρης.
520 ἀλλά, πάτερ, κτερέιζε νόθην κεραελκέα μορφήν,
μηδὲ λίπῃς ἑτέροισι κυσὶν μέλπηθρα γενέσθαι.
ἢν δὲ κατακρύψῃς ἐμὰ λείψανα κοιλάδι γαίῃ,
δῶρον ἐμοὶ καὶ τοῦτο χαρίζεο, τόξα καὶ ἰοὺς
πῆξον ἐμὸν παρὰ τύμβον, περ γέρας ἐστὶ θανόντων.
525 ἀλλὰ βέλος καὶ τόξον ἔα, πάτερ, ὅττι βελέμνοις
τέρπεται ἰοχέαιρα καὶ ἀγκύλα τόξα τιταίνει.
ζωότυπον δʼ ἱκέτευε πολύτροπον, ὄφρα χαράξῃ
στικτὸν ἐμὸν νόθον εἶδος ἀπʼ αὐχένος εἰς πόδας ἄκρους·
μοῦνον ἐμοῦ βροτέοιο τύπον τεύξειε προσώπου,
530 πάντες ἵνα γνώωσιν ἐμὴν ψευδήμονα μορφήν.
μὴ δέ, πάτερ, γράψειας ἐμὸν μόρον· οὐ δύναται γάρ
δακρυχέειν ἐμὸν εἶδος ὁμοῦ καὶ πότμον ὁδίτης.
εἶπεν ὀνειρείη νοερὴ κεμάς, ἀπροϊδὴς δὲ
ᾤχετο πωτήεσσα· καὶ Αὐτονόης παρακοίτης
535 ἄνθορεν ὀμφήεντος ἀπορρίψας πτερὸν Ὕπνου.
ἐκ λεχέων δὲ δάμαρτα πολυπτοίητον ἐγείρας
πέφραδε θηρείην κεραελκέα παιδὸς ὀπωπήν,
καὶ μύθους ἀγόρευεν, ὅσους φάτο νεβρὸς ἐχέφρων.
καὶ γόος ἔπλετο μᾶλλον· Ἀρισταίοιο δὲ νύμφη
540 ἤιε μαστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
πυκνὰ τανυπρέμνοιο διέστιχεν ἔνδια λόχμης·
καὶ κραναῶν στείβουσα δυσέμβατα κύκλα κελεύθων
κεῖνο μόγις φυτὸν εὗρε μιαιφόνον, εὗρε καὶ αὐτὴν
ἰοδόκην καὶ τόξον ἐρημαίῳ παρὰ δένδρῳ.
545 ὀστέα δʼ ἔνθα καὶ ἔνθα χυτῇ μεμερισμένα γαίῃ,
λείψανα πεπτηῶτα, μόγις συνελέξατο μήτηρ,
καὶ φιλίῃ παλάμῃ γλυκερὴν πήχυνε κεραίην,
καὶ κύσεν αἰνομόροιο δασύτριχα χείλεα νεβροῦ.
ὀξὺ δὲ κωκύουσα νέκυν τυμβεύσατο μήτηρ,
550 πάντα δέ οἱ παρὰ τύμβον ἐπέγραφεν, ὅσσα τοκῆι
ἔννυχος Ἀκταίωνος ὀνειρείη φάτο φωνή.
ὄφρα μὲν ἔβρεμε πένθος Ἀρισταίοιο μελάθρῳ,
τόφρα δὲ καλλίστερνος Ἐχίονι τίκτεν Ἀγαύη
γηγενέος θρασὺν υἷα θεημάχον· ἀρτιφάτου δὲ
555 πένθεος ἱσταμένοιο φερώνυμος ἔπλετο Πενθεύς.
καὶ Νεφέλης μετὰ λέκτρα, μετὰ προτέρους ὑμεναίους
εἰς θαλάμους Ἀθάμαντος ἐκώμασε παρθένος Ἰνώ·
αἰνοπαθῆ δὲ Λέαρχον ἐγείνατο καὶ Μελικέρτην
ποντιὰς ἐσσομένη μετανάστιος, οἷα τιθήνη
560 παιδοκόμος Βρομίοιο φερέσβιος· ἀμφοτέροις γὰρ
μαζὸν ἕνα ξύνωσε Παλαίμονι καὶ Διονύσῳ.
καὶ Σεμέλη πεφύλακτο φαεινοτέροις ὑμεναίοις·
ἤδη γὰρ μενέαινε νέον Διόνυσον ἀέξειν,
ταυροφυὲς μίμημα παλαιγενέος Διονύσου,
565 αἰνομόρου Ζαγρῆος ἔχων πόθον ὑψιμέδων Ζεύς,
ὃν τέκε Περσεφόνεια δρακοντείῃ Διὸς εὐνῇ
σύγγαμος οὐδαίοιο μελαγχλαίνου ψευδήμονα μορφήν,
Ζεὺς ὅτε πουλυέλικτος, ἔχων ψευδήμονα μορφήν,
μείλιχος ἱμερόεντι δράκων κυκλούμενος ὁλκῷ
570 Περσεφόνης σύλησεν ἀνυμφεύτοιο κορείην
κευθομένης, ὅτε πάντες, ὅσοι ναετῆρες Ὀλύμπου,
παιδὶ μιῇ θέλγοντο καὶ ἀγχιγάμου περὶ κούρης
Κυπριδίην ἔριν εἶχον ἀσυλήτων ὑμεναίων
δωροφόροι· μή πω δὲ μολὼν ἐπὶ δέμνια Πειθοῦς
575 ῥάβδον ἑὴν ἐτίταινε γέρας θαλαμηπόλον Ἑρμῆς,
ὤρεγε δʼ ἕδνα γάμοιο λύρην εὔυμνον Ἀπόλλων,
καὶ δόρυ καὶ θώρηκα γαμήλιον ὤπασεν Ἄρης
ἀσπίδα δῶρον ἄγων νυμφήιον, εὐκελάδου δὲ
Λήμνιος ἀρτιτέλεστον ἔτι πνείοντα καμίνου
580 ποικίλον ὁρμὸν ἔτεινε πολύχροον ἀμφιγυήεις·
ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην
Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·
δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
585 γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.
Ζεύς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·
καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ
590 λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·
καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ
ἐξ ὀλίγου σπινθῆρος· ἐπʼ εὐκόλπῳ δὲ θεαίνῃ
Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.
καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
595 κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ
σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς
ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,
μιμηλὴν δʼ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ
αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου
600 ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης·
καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ
καρφαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
605 σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,
καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,
νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.
οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
610 λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·
οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,
ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων,
ἔνθεν ἀεξιτόκοιο κεραστίδος ἔνδοθι Κύπρου
615 Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.
καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
εἰς πόθον αὐχένα κάμψεν τηλίκος· οὐδὲ κεραυνοί,
οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·
Ἥρης δʼ οἶκον ἔλειπε, λέχος δʼ ἀπέειπε Διώνης,
620 Δηοῦς ῥῖψεν ἔρωτα, Θέμιν φύγε, κάλλιπε Λητώ,
μούνης δʼ εἰς ὑμέναιον ἐθέλγετο Περσεφονείης.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up