§47.1–47.193
ἤδη δʼ ἔνθα καὶ ἔνθα διʼ ἄστεος ἵπτατο Φήμη
ἄγγελος αὐτοβόητος ἐρισταφύλου Διονύσου
Ἀτθίδι φοιτήσαντος· ἀκοιμήτου δὲ Λυαίου
εἰς χορὸν εὐώδινες ἐβακχεύθησαν Ἀθῆναι.
5 καὶ πολὺς ἔβρεμε κῶμος· ὁμηγερέες δὲ πολῖται
εἵμασι δαιδαλέοισιν ἀνεχλαίνωσαν ἀγυιὰς
χερσὶ πολυσπερέεσσιν· ἀεξιφύτοιο δὲ Βάκχου
ἡμερίδων πετάλοισιν ἐμιτρώθησαν Ἀθῆναι
αὐτόματοι· φιάλας δὲ σιδηροφόρων διὰ μαζῶν
10 στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,
παρθενικαὶ δʼ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης
ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.
Ἰλισσὸς δʼ ἐλέλιξε περὶ πτόλιν ἔμπνοον ὕδωρ
κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ
15 εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.
φυταλιὴ δʼ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου
αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο
βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,
καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων
20 δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,
καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.
καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,
καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς
θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
25 Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ
δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη
πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,
καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ
ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·
30 μνησαμένη δʼ Ἰτύλοιο καὶ ἱστοπόνου Φιλομήλης
σύνθροος αἰολόδειρος ἀνέκλαγεν Ἀτθὶς ἀηδών,
καὶ Ζεφύρου λάλος ὄρνις ὑπωροφίην χέε μολπήν,
μνῆστιν ὅλην Τηρῆος ἀπορρίψασα θυέλλαις.
οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν. αὐτὰρ χαίρων
35 Βάκχος ἐς Ἰκαρίου δόμον ἤλυθεν, ὃς πέλεν ἄλλων
φέρτερος ἀγρονόμων ἑτερότροπα δένδρα φυτεύειν.
ἀγραύλοις δὲ πόδεσσι γέρων ἐχόρευεν ἀλωεὺς
ἀθρήσας Διόνυσον ἐπήλυδα, καλλιφύτων δὲ
κοίρανον ἡμερίδων ὀλίγῃ ξείνισσε τραπέζῃ·
40 Ἠριγόνη δʼ ἐκέρασσεν ἀψυσσαμένη γλάγος αἰγῶν·
ἀλλά Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ
ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,
δεξιτερῇ δʼ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου
ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δʼ ἠσπάζετο μύθῳ·
45 Δέξο, γέρον, τόδε δῶρον, μὴ δεδάασιν Ἀθῆναι.
γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται
τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι
Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.
ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ
50 ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ.
Τριπτόλεμος στάχυν εὗρε, σὺ δʼ οἴνοπα βότρυν ὀπώρης·
ἴλαος οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,
Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ
οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ
55 βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.
τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ
ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου·
καὶ πίεν ἄλλο μετʼ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,
οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·
60 κούρη δʼ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου
ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.
ἀλλʼ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,
δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων
ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,
65 Ζαγρέος Εὔιον ὕγνον ἀνακρούων Διονύσῳ.
ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων
κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης·
καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ
κλάσσαι βοθριάσαι τε βαλεῖν τʼ ἐνὶ ἐνὶ κλήματα γύροις.
70 ἄλλοις δʼ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς
δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην
οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου·
καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου
δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,
75 οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν.
καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου
Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ·
Εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονί νέκταρ Ὀλύμπου;
οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,
80 οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις·
οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·
οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,
ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ
85 καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ·
πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·
λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ
συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.
εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
90 ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,
καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος Κυθερείης
εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.
λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γάρ
πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.
95 μή σοι δῶρον ἔδωκεν ἀπʼ αἰθέρος ἄμβροτος Ἥβη;
μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;
οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει
Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;
ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς
100 ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;
πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
105 ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.
ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
110 στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση,
καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
115 ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ
120 θωρήξας ἕο χεῖρας, δὲ σταχυητόμον ἅρπην
κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,
ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,
γηραλέον πλήσσοντες· ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην
Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
125 καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς
τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ
τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου
ἡμιθανὴς κεκύλιστο· βαρυνομένου δὲ καρήνου
ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος
130 αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση.
καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων·
Οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,
γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος· εὐφροσύνην γὰρ
ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον·
135 γλυκὺς Ἠριγόνῃ πολεμήιος· ἡμετέρην γὰρ
νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.
οὔ πω μῦθος ἔληγε· μόρος δέ οἱ ἔφθασε φωνήν.
καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,
ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμευνῇ
140 νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες
οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες· ἐγρόμενοι δέ,
ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον· ὑψόθι δʼ ὤμων
νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης
ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
145 ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ·
καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,
ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.
ψυχὴ δʼ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ
εἰς δόμον Ἠριγόνης· βροτέῃ δʼ ἰσάζετο μορφῇ
150 κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς,
ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,
ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.
155 καὶ παλάμας ὤρεξε· νεοσφαγέων δὲ δοκεύειν
ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.
παρθενικὴ δʼ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,
ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ
λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος·
160 καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ·
Ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα·
ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας·
εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου
ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.
165 τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος
οὐ καναχὴν ἤκουσας ἀρασσομένοιο καρήνου,
οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ,
οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ,
πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων
170 ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δʼ ἐφύλαξεν ὀπωπήν,
μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος.
αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας·
χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις
ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου
175 ἀμφʼ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ
μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν·
μούνη δʼ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ
θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα.
οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης
180 εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις,
σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ παρακοίτῃ·
οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης
κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ·
ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης
185 κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω
ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.
ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου.
κούρη δʼ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς,
πενθαλέοις δʼ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,
190 καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης·
καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ
παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ·
Πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι·
§47.194–47.374
πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι·
195 πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες;
πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ῥα διδάσκων
γείτονα καλλιφύτοιο νέους ὅρπηκας ὀπώρης
πλάζεται ἀγρονόμοισι παρήμενος, τινι βούτῃ
δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;
200 εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.
εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·
εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.
205 ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,
ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
210 οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν·
ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς
καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
παρθενικὴ δʼ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
215 καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ
παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
χείλεσι δʼ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων
220 κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,
καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
225 καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην
ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
230 ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,
πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δʼ ὁδίταις
νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
235 ἴχνεσιν ἀκροτάτοισιν, ἀπʼ εὐπετάλων δὲ κορύμβων
παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ
γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
πενθαλέῳ δʼ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,
240 θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων.
καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται·
καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης
εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ·
αὐτὰρ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ
245 Ἠριγόνης ὑπʼ ἔρωτι, θελήμονι δʼ ὤλολε πότμῳ.
Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ·
παρθενικὴ δʼ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν
ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.
250 Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ
εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην
φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου·
καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ
ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου
255 ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.
καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ
ψεύδεϊ συγκεράσας· τὸ δʼ ἐτήτυμον, ὑψιμέδων Ζεὺς
ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης
οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ
260 ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,
Σείριον, ὃν καλέουσιν ὀπωρινόν, Ἰκαρίου δὲ
ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.
καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,
ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.
265 Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσας
ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου·
ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ
μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.
ἄρτι γὰρ ὑπνώουσαν ἐπʼ αἰγιαλοῖσιν ἐάσας
270 παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,
συνθεσίας δʼ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ
ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην
θαύματι μῖξεν ἔρωτα· χοροπλεκέεσσι δὲ Βάκχαις
γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον·
275 Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω
ποδὸς σύριγγος· ἐάσατε Κύπριν ἰαύειν·
ἀλλʼ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.
πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ·
ἀλλʼ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,
280 Πασιθέην εὕδουσαν ἐγείρατε· τίς παρὰ Νάξῳ,
τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;
ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μῆ παρὰ πόντῳ
κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;
καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτός ἰαύει;
285 μὴ Θέτιν ἀργυρόπεζαν ἐπʼ αἰγιαλοῖσι δοκεύω;
ἀλλʼ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,
Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,
θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ·
τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος· ἀλλʼ ἐνὶ λόχμῃ
290 Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.
στῆθι, Μάρων· μῆ δεῦρο χορεύσατε· λῆγε λιγαίνων,
Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης·
καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
χαλκείην τρυφάλειαν αἰγίδα Τριτογενείης;
295 τοῖα μέν ἔννεπε Βάκχος· ἀπὸ ψαμάθοιο δέ δειλὴ
ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,
καὶ στόλον οὐκ ἐνόησε καἰ οὐ πόσιν ἠπεροπῆα·
ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη
ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων·
300 ἠίθεον δʼ ὀνόμηνεν· ἐμαίνετο δʼ ἐγγύθι πόντου
ὁλκάδα διζομένη· φθονερῷ δʼ ἐπεμήνιεν ὕπνῳ,
καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ·
καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,
ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου
305 κοῦρον ἄγοι, γλυκερὴν δὲ τὸ δεύτερον ὁλκάδα λεύσσῃ·
Αἰόλον ᾔτεε μᾶλλον ἀθελγέα· λισσομένῃ δὲ
πείθετο καὶ κατένευσε, καὶ ἀντικέλευθον ἀήτην
πέμψεν, ἵνα πνεύσειε· ποθοβλήτοιο δὲ κούρης
οὐ Βορέης ἀλέγιζε δυσίμερος· ἀλλὰ καὶ αὐταὶ
310 παρθενικῇ κοτέοντο τάχα ζηλήμονες αὖραι,
αἳ τότε νῆα κόμισσαν ἐς Ἀτθίδα. παρθενικήν δὲ
αὐτὸς Ἔρως θάμβησεν, ἀπενθήτῳ δʼ ἐνὶ Νάξῳ
εἰσιδέειν ἐδόκησεν ὀδυρομένην Ἀφροδίτην·
ἦν δὲ φαεινοτέρη καὶ ἐν ἄλγεσι, καί μιν ἀνίη
315 ἀχνυμένην κόσμησε· κινυρομένῃ δʼ Ἀριάδνῃ
εἴκαθεν εἰς κρίσιν ἦκα φιλομμειδὴς Ἀφροδίτη
ἱμερόεν γελόωσα, καὶ εἴκαθεν ὄμματα Πειθοῦς
καὶ Χαρίτων καὶ Ἔρωτος ἐπήρατα δάκρυσι κούρης.
ὀψὲ δὲ δακρυόεσσα τόσην ἐφθέγξατο φωνήν·
320 Ὕπνος ἐμοὶ γλυκὺς ἦλθεν, ἕως γλυκὺς ᾤχετο Θησεύς·
αἴθε με τερπομένην ἔτι κάλλιπεν· ὑπναλέη δὲ
Κεκροπίην ἐνόησα, καὶ ἔνδοθι Θησέος αὐλῆς
ἁβρὸς ἔην ὑμέναιος ἀειδομένης Ἀριάδνης
καὶ χορός, ἡμετέρη δʼ ἐπεκόσμεε τερπομένη χεὶρ
325 εἰαρινοῖς πετάλοισι τεθηλότα βωμὸν Ἐρώτων·
καὶ γάμιον στέφος εἶχον· ἔην δέ μοι ἐγγύθι Θησεὺς
εἵμασι νυμφιδίοισι θυηπολέων Ἀφροδίτῃ.
ὤμοι, ποῖον ὄνειρον ἴδον γλυκύν· ἀλλά με φεύγων
ᾤχετο καλλείψας ἔτι παρθένον· ἵλαθι, Πειθώ·
330 ταῦτά μοι ἀχλυόεσσα γαμοστόλος ὤπασεν ὀρφνή,
καὶ φθονερὴ τάδε πάντα φαεσφόρος ἥρπασεν Ἠώς·
ἐγρομένη δʼ οὐχ εὗρον ἐμὸν πόθον· ῥα καὶ αὐταὶ
εἰκόνες ἀντιτύπων ζηλήμονές εἰσιν Ἐρώτων,
ὅττι τελεσσιγάμων ἀπατήλιον ὄψιν ὀνείρων
335 ἱμερτὴν ἐνόησα, καἰ ἱμερόεις φύγε Θησεύς;
εἰς ἐμὲ καὶ φίλος Ὕπνος ἀνάρσιος· εἴπατε, πέτραι,
εἴπατέ μοι δυσέρωτι· τίς ἥρπασεν ἀστὸν Ἀθήνης;
εἰ Βορέης πνεύσειεν, ἐς Ὠρείθυιαν ἱκάνω·
ἀλλά μοι Ὠρείθυια χολώεται, ὅττι καἰ αὐτὴ
340 αἷμα φέρει Μαραθῶνος, ὅθεν φίλος ἔπλετο Θησεύς.
εἰ Ζέφυρος κλονέει, Ζεφυρηίδι δείξατε νύμφῃ
ἴριδι μητρὶ Πόθοιο βιαζομένην Ἀριάδνην·
εἰ Νότος, εἰ θρασὺς Εὖρος, ἐς ἠριγένειαν ἱκάνω
μεμφομένη ῥοθίων ἀνέμων δυσέρωτι τεκούσῃ.
345 δὸς κενεὴν πάλιν, Ὕπνε, φίλην χάριν, ἶσον ἐκείνῳ
πέμπων ἄλλον ὄνειρον ἐπήρατον, ὄφρα νοήσω
Κύπριδος ὑπναλέης γλυκερὴν ἀπατήλιον εὐνήν·
μοῦνον ἐμοῖς δήθυνον ἐπʼ ὄμμασιν, ὄφρα νοήσω
ἄπνοον οἶστρον Ἔρωτος ὀνειρείων ὑμεναίων.
350 εἰ μὲν ἐς Ἀτθίδα γαῖαν, ἐπίκλοπε νυμφίε Θησεῦ,
σὸν πλόον ἐκ Νάξοιο μετήγαγον ἅρπαγες αὖραι,
εἰπέ μοι εἰρομένῃ, καὶ ἐς Αἰόλον αὐτίκα βαίνω
μεμφομένη φθονεροῖσι καὶ οὐχ ὁσίοισιν ἀήταις·
εἰ δέ με τὴν λιπόπατριν ἐρημάδι πάρθετο Νάξῳ,
355 καὶ σέθεν ἀγνώσσοντος ἀμείλιχος ἔπλεε ναύτης,
ἤλιτεν εἰς Θησῆα καὶ εἰς Θέμιν, εἰς Ἀριάδνην·
μηκέτι ναυτίλος οὗτος ἴδοι ποτὲ πομπὸν ἀήτην,
μηδέ μιν ἀσταθέεσσι συνιππεύοντα θυέλλαις
ἵλαος ἀθρήσειε γαληναῖος Μελικέρτης·
360 ἀλλὰ Νότος πνεύσειεν, ὅτε χρέος ἐστὶ Βορῆος·
εὖρον ἴδοι Ζεφύρου κεχρημένος· εἰαρινοὶ δὲ
ποντοπόροις ὅτε πᾶσιν ἐπιπνείουσιν ἀῆται,
χειμερίῃ τότε μοῦνος ὁμιλήσειε θαλάσσῃ.
ἤλιτε ναυτίλος οὗτος ἀθέσμιος· ἀλλὰ καὶ αὐτὴ
365 ἀασάμην ποθέουσα σαόφρονος ἀστὸν Ἀθήνης.
αἴθέ μιν οὐκ ἐπόθησα δυσίμερος· εἰς Παφίην γὰρ
ὁππόσον ἱμερόεις, τόσον ἄγριος ἔπλετο Θησεύς·
οὐ τάδε μοι κατέλεξεν ἐμὸν μίτον εἰσέτι πάλλων·
οὐ τάδε μοι κατέλεξε παρʼ ἡμετέρῳ λαβυρίνθῳ.
370 αἴθέ μιν ἔκτανε ταῦρος ἀμείλιχος· ἴσχεο, φωνή,
ἀφροσύνης, μὴ κτεῖνε νέον γλυκύν· ὤμοι Ἐρώτων·
Θησεὺς ἔπλεε μοῦνος ἐς εὐώδινας Ἀθήνας.
οἶδα, πόθεν με λέλοιπε· μιῆς τάχα παρθενικάων
σύμπλοον ἔσχεν ἔρωτα, καὶ ἐν Μαραθῶνι χορεύει
§47.375–47.558
375 εἰς ἑτέρης γάμον ἄλλον, ἐγὼ δʼ ἔτι Νάξον ὁδεύω.
παστὸς ἐμὸς πέλε Νάξος, ἐπίκλοπε νυμφίε Θησεῦ·
ὤλεσα καὶ γενέτην καὶ νυμφίον· ὤμοι Ἐρώτων·
οὐχ ὁρόω Μίνωα, καὶ οὐ Θησῆα δοκεύω·
Κνωσσὸν ἐμὴν προλέλοιπα, τεὰς δʼ οὐκ εἶδον Ἀθήνας·
380 πατρὸς ἐνοσφίσθην καὶ πατρίδος· μέγα δειλή,
ἕδνον ἐμῆς φιλότητος ὕδωρ ἁλός· εἰς τίνα φεύγω;
τίς θεὸς ἁρπάξει με καὶ εἰς Μαραθῶνα κομίσσει
Κύπριδι καὶ Θησῆι δικαζομένην Ἀριάδνην;
τίς με λαβὼν κομίσειε διʼ οἴδματος; αἴθε καὶ αὐτὴ
385 ἡμετέρης μίτον ἄλλον ἴδω πομπῆα κελεύθου·
τοῖον ἔχειν ἐθέλω καὶ ἐγὼ μίτον, ὥς κεν ἀλύξω
Αἰγαίης ἁλός οἶδμα καὶ εἰς Μαραθῶνα περήσω,
ὄφρα περιπτύξω σε, καὶ εἰ στυγέεις Ἀριάδνην,
ὄφρα περιπτύξω σε τὸν ὁρκαπάτην παρακοίτην.
390 δέξό με σῶν λεχέων θαλαμηπόλον, ἢν ἐθελήσῃς·
καὶ στορέσω σέο λέκτρα μετὰ Κρήτην Ἀριάδνη,
οἷά τε ληισθεῖσα· καὶ ὀλβίστῃ σέο νύμφῃ
τλήσομαι, ὡς θεράπαινα, πολύκροτον ἱστὸν ὑφαίνειν
καὶ φθονεροῖς ὤμοισιν ἀήθεα κάλπιν ἀείρειν,
395 καὶ γλυκερῷ Θησῆι φέρειν ἐπιδόρπιον ὕδωρ·
μοῦνον ἴδω Θησῆα· καὶ ἡμετέρη ποτὲ μήτηρ
ἀγρονόμοις θήτευε, καὶ αὐχένα κάμψε νομῆι,
βοσκομένῳ δʼ ὀάριζεν ἀφωνήτῳ τινὶ ταύρῳ,
καὶ βοῒ ταῦρον ἔτικτε· μελιζομένου δὲ βοτῆρος
400 πηκτίδος οὐ πόθον ἔσχεν, ὅσον μυκηθμὸν ἀκούειν.
οὐ μὲν ἐγὼ ψαύσαιμι καλαύροπος, οὐ παρὰ φάτνῃ
στήσομαι· ἡμετέρης δὲ παρέσσομαι ἐγγὺς ἀνάσσης
φθεγγομένῳ Θησῆι, καὶ οὐ μυκηθμὸν ἀκούσω·
καὶ τεὸν ἱμερόεντα γάμων ὑμέναιον ἀείσω
405 ζῆλον ὑποκλέπτουσα νεοζυγέος σέο νύμφης.
στῆσον Ναξιάδεσσι παρʼ ᾐόσι ποντοπορεύων,
στῆσον ἐμοὶ σέο νῆα· τί, ναυτίλε, καὶ σὺ χαλέπτεις;
ὣς ἄρα καὶ σὺ πέλεις Μαραθώνιος· εἰ μὲν ἱκάνεις
εἰς ἐρατήν σέο γαῖαν, ὅπῃ δόμος ἐστὶν Ἐρώτων,
410 δέξό με δειλαίην, ἵνα Κέκροπος ἄστυ νοήσω·
εἰ δέ με καλλείψεις καί, ἀμείλιχε, ποντοπορεύεις,
εἰπὲ τεῷ Θησῆι κινυρομένην Ἀριάδνην,
μεμφομένην ἀτέλεστον ἐπίκλοπον ὅρκον Ἐρώτων.
οἶδα, πόθεν Θησῆος ὑπόσχεσιν ἠπεροπῆος
415 θῆκεν Ἔρως βαρύμηνις ἀνήνυτον· ἀντὶ γάρ Ἥρης,
ἣν Ζυγίην καλέουσιν, ἀπειρογάμοιο θεαίνης
ὤμοσεν ἀχράντοιο γαμήλιον ὅρκον Ἀθήνης·
Παλλάδος ὅρκον ὄμοσσε· τί Παλλάδι καὶ Κυθερείῃ;
τοῖα κινυρομένης ἐπετέρπετο Βάκχος ἀκούων·
420 Κεκροπίην δʼ ἐνόησε καὶ οὔνομα Θησέος ἔγνω
καὶ στόλον ἐκ Κρήτης ἀπατήλιον· ἄγχι δὲ κούρης
ἔνθεον εἶδος ἔχων ἀμαρύσσετο· παρθενικὴν δὲ
φέρτερον εἰς πόθον ἄλλον ἐμάστιε κέντορι κεστῷ
θοῦρος Ἔρως περίφοιτος, ὅπως Μινωίδα κούρην
425 πειθομένην ζεύξειε κασιγνήτῳ Διονύσῳ.
καὶ κινυρὴν δυσέρωτα παρηγορέων Ἀριάδνην
τοῖον ἔπος φάτο Βάκχος ἐῇ φρενοθελγέι φωνῇ·
Παρθένε, τί στενάχεις ἀπατήλιον ἀστὸν Ἀθήνης;
μνῆστιν ἔα Θησῆος· ἔχεις Διόνυσον ἀκοίτην,
430 ἀντὶ μινυνθαδίου πόσιν ἄφθιτον· εἰ δέ σε τέρπει
ἥλικος ἠιθέου βρότεον δέμας, οὔ ποτε Θησεὺς
εἰς ἀρετὴν καὶ κάλλος ἐριδμαίνει Διονύσῳ.
ἀλλʼ ἐρέεις·ʼ ναετῆρα πεδοσκαφέος λαβυρίνθου
δισσοφυῆ φοίνιξεν ὁμόζυγον ἀνέρα ταύρᾠ·
435 οἶδας ἀοσσητῆρα τεὸν μίτον· οὐ γὰρ ἀγῶνα
εὗρεν ἀεθλεύειν κορυνηφόρος ἀστὸς Ἀθήνης,
εἰ μὴ θῆλυς ἄμυνε ῥοδόχροος· οὔ σε διδάξω
καὶ Παφίην καὶ Ἔρωτα καὶ ἠλακάτην Ἀριάδνης.
αἰθέρος οὐκ ἐρέεις ὅτι μείζονές εἰσιν Ἀθῆναι·
440 οὐ Διὶ παμμεδέοντι πανείκελος ἔπλετο Μίνως,
σὸς γενέτης· οὐ Κνωσσὸς ὁμοίιός ἐστιν Ὀλύμπῳ.
οὐδὲ μάτην στόλος οὗτος ἐμῆς ἀπεβήσατο Νάξου,
ἀλλὰ Πόθος σε φύλαξεν ἀρειοτέροις ὑμεναίοις·
ὀλβίη, ὅττι λιποῦσα χερείονα Θησέος εὐνὴν
445 δέμνιον ἱμερόεντος ἐσαθρήσεις Διονύσου.
τί πλέον ἤθελες εὖχος ὑπέρτερον; ἀμφότερον γὰρ
οὐρανὸν οἶκον ἔχεις, ἑκυρὸς δέ σοί ἐστι Κρονίων.
οὔ σοι Κασσιέπεια δυνήσεται ἰσοφαρίζειν
παιδὸς ἑῆς διὰ κόσμον Ὀλύμπιον· αἰθερίους γὰρ
450 δεσμοὺς Ἀνδρομέδῃ καὶ ἐν ἄστρασιν ὤπασε Περσεύς·
ἀλλά σοι ἀστερόεν τελέσω στέφος, ὥς κεν ἀκούσῃς
εὐνέτις αἰγλήεσσα φιλοστεφάνου Διονύσου.
εἶπε παρηγορέων· καὶ ἐπάλλετο χάρματι κούρη
μνῆστιν ὅλην Θησῆος ἀπορρίψασα θαλάσσῃ,
455 οὐρανίου μνηστῆρος ὑποσχεσίην ὑμεναίων
δεξαμένη. καὶ παστὸν Ἔρως ἐπεκόσμεε Βάκχῳ·
καὶ χορὸς ἐσμαράγησε γαμήλιος· ἀμφὶ δὲ παστῷ
ἄνθεα πάντα τέθηλε· καὶ εἰαρινοῖσι πετήλοις
Νάξον ἐκυκλώσαντο χορίτιδες Ὀρχομενοῖο·
460 καὶ θαλάμους ἐλίγαινεν Ἁμαδρυάς, ἀμφὶ δὲ πηγαῖς
νηιὰς ἀκρήδεμνος ἀσάμβαλος ᾔνεσε Νύμφη
δαίμονι βοτρυόεντι συναπτομένην Ἀριάδνην·
Ὀρτυγίη δʼ ὀλόλυζε, πολισσούχοιο δὲ Φοίβου
γνωτῷ νυμφίον ὕμνον ἀνακρούουσα Λυαίῳ
465 εἰς χορὸν ἐσκίρτησε καὶ ἀστυφέλικτος ἐοῦσα.
πορφυρέοις δὲ ῥόδοισι περίτροχον ἄνθος ἐρέπτων
μάντις Ἔρως πυρόεις στέφος ἔπλεκε, σύγχροον ἄστρων,
οὐρανίου Στεφάνοιο προάγγελον· ἀμφὶ νύμφης
Ναξιάδος σκίρτησε γαμοστόλος ἐσμὸς Ἐρώτων.
470 καὶ ζυγίοις θαλάμοισιν ὁμιλήσας ὑμεναίοις
Χρυσοπάτωρ πολύπαιδα γονὴν ἔσπειρεν ἀκοίτης.
καὶ δολιχὴν πολιοῖο χρόνου στροφάλιγγα κυλίνδων
μητέρος εὐώδινος ἑῆς ἐμνήσατο Ῥείης·
καὶ Χαρίτων πλήθουσαν ἀμεμφέα Νάξον ἐάσας
475 Ἑλλάδος ἄστεα πάντα μετήιεν· ἱπποβότου δὲ
Ἄργεος ἐγγὺς ἵκανε, καὶ εἰ λάχεν Ἴναχον Ἥρη.
οἱ δέ μιν οὐκ ἐδέχοντο, χοροπλεκέας δὲ γυναῖκας
καὶ Σατύρους ἐδίωκον, ἀπηρνήσαντο δὲ θύρσους,
μή ποτε δηλήσαιτο Πελασγικὸν ἕδρανον Ἥρη
480 ζηλήμων, βαρύμηνις ἐπιβρίθουσα Λυαίῳ·
Σειληνοὺς δὲ γέροντας ἐρήτυον. ἀχνύμενος δὲ
Ἰναχίδας Διόνυσος ὅλας οἴστρησε γυναῖκας·
μυκηθμῷ δʼ ἀλάλαζον Ἀχαιίδες· ἀντομένοις δὲ
ἔχραον ὲν τριόδοισιν· ἐπὶ σφετέροισι δὲ δειλαὶ
485 ἀρτιτόκοις βρεφέεσσιν ἐπωξύνοντο μαχαίρας,
ὦν μὲν ξίφος εἷλκε καὶ ἔκτανεν υἱέα μήτηρ,
ἄλλη δὲ τριέτηρον ἀπηλοίησε γενέθλην,
καί τις ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
εἰσέτι μαστεύοντα φίλον γλάγος· ὀλλυμένων δὲ
490 Ἴναχος ἀρτιτόκων βρεφέων ἐπεμαίνετο πότμῳ·
μήτηρ δʼ ἔκτανεν υἷα, καὶ οὐ πόθος ἔπλετο μαζῶν
παιδοκόμων, οὐ μνῆστις ἀναγκαίου τοκετοῖο·
Ἀστερίων δʼ , ὅθι πολλὰ θαλύσια μείζονος ἤβης
ἠιθέων κείροντο λιπότριχος ἄνθεα κόρσης,
495 αὐτοὺς παῖδας ἔδεκτο καὶ οὐκέτι βόστρυχα χαίτης.
καί τις ἰδών τινα λάτριν ἐπερχομένοιο Λυαίου
τοῖον ἔπος κατέλεξε Πελασγίδας ἀστὸς ἀρούρης·
Οὗτος βότρυν ἔχων, διφυὲς γένος· ἄξιον Ἥρης
Αργος ἔχει Περσῆα καὶ οὐ χατέει Διονύσου·
500 ἄλλον ἔχω Διὸς υἷα καὶ οὐ Βάκχοιο χατίζω.
ποσσὶ πολυσκάρθμοισι πατεῖ Διόνυσος ὀπώρην·
ἴχνεσιν ὑψιπόροισιν ἐμὸς γόνος ἠέρα τέμνει.
μὴ κισσῷ δρεπάνην ἰσάζετε· καὶ γὰρ ἀρείων
Βάκχου θυρσοφόρου δρεπανηφόρος ἔπλετο Περσεύς·
505 εἰ στρατὸν Ἰνδὸν ἔπεφνεν, ἀέθλιον ἶσον ἐνίψω
Γοργοφόνῳ Περσῆι καὶ Ἰνδοφόνῳ Διονύσῳ·
εἰ δὲ πολυκλύστοιο παρʼ Ἑσπέριον κλίμα πόντου
ὁλκάδα λαϊνέην Τυρσηνίδα πῆξε θαλάσσῃ,
κῆτος ὅλον περίμετρον ἐμὸς πετρώσατο Περσεύς.
510 εἰ δὲ τεὸς Διόνυσος ἐρημονόμῳ παρὰ πόντῳ
ὑπναλέην ἐσάωσεν ἐπʼ ἠιόνων Ἀριάδνην,
δεσμοὺς Ἀνδρομέδης πτερόεις ἀνελύσατο Περσεύς,
ἄξιον ἕδνον ἔχων πετρώδεα θῆρα θαλάσσης·
οὔ πως Ἀνδρομέδην Παφίης χάριν, οὔ ποτε Περσεὺς
515 Θησέος ἱμείρουσαν ἑὴν ἐρρύσατο νύμφην·
ἀλλὰ σαοφρονέοντα γάμον λάχεν. ὡς Σεμέλην δέ,
οὐ Δανάην πυρόεντες ἐτεφρώσαντο κεραυνοί·
ἀλλὰ πατὴρ Περσῆος Ὀλύμπιος ὄμβρος Ἐρώτων
χρύσεος εἰς γάμον ἦλθε, καὶ οὐ φλογόεις παρακοίτης.
520 οὐκ ἄγαμαί ποτε τοῦτον ἐγὼ πρόμον· ἐν παλάμῃ γὰρ
ποῖον ἔχει δόρυ θοῦρον Ἀρήιον; ἴσχεο, Περσεῦ·
Γοργοφόνῳ δρεπάνῃ μὴ μάρναο θήλεϊ κισσῷ·
μὴ σέο χεῖρα μίαινε γυναικείοισι κοθόρνοις·
μὴ κυνέην Ἀίδαο τεοῖς κροτάφοισι τινάξῃς
525 στέμματος ἀμπελόεντος ἐναντίον· ἢν δʼ ἐθελήσῃς,
Ἀνδρομέδην θώρηξον ἀθωρήκτῳ Διονύσῳ·
χάζεό μοι, Διόνυσε, καὶ ἵππιον Ἄργος ἐάσας
Θήβης ἑπταπύλοιο πάλιν βάκχευε γυναῖκας·
κτεῖνε νέον Πενθῆα· τί Περσέι καὶ Διονύσῳ;
530 Ἴναχον ὠκυρέεθρον ἀναίνεο· καί σε δεχέσθω
Θήβης Ἀονίης ποταμὸς βραδύς· οὔ σε διδάξω
Ἀσωπὸν βαρύγουνον ἔτι ζείοντα κεραυνῷ.
τοῖον ἔπος κατέλεξεν ἐπεγγελόων Διονύσῳ.
Ἀργείην δὲ φάλαγγα Πελασγιὰς ὥπλισεν Ἥρη·
535 μαντιπόλῳ δʼ ἤικτο Μελάμποδι· χωομένη δὲ
Γοργοφόνῳ Περσῆι μαχήμονα ῥήξατο φωνήν·
Οὐρανίης βλάστημα γονῆς, κορυθαιόλε Περσεῦ,
σὴν δρεπάνην ἀνάειρε, μὴ ἀπτολέμῳ τινὶ θύρσῳ
ἀδρανέες τεὸν Ἄργος ἀιστώσωσι γυναῖκες
540 μὴ τρομέοις ἔνα μοῦνον ὄφιν ζωστῆρα κομάων,
ὅττι δαφοινήεσσα τεὴ θηροκτόνος ἅρπη
λήια τοσσατίων ὀφίων ἤμησε Μεδούσης·
Βασσαρίδων δὲ φάλαγγι κορύσσεο· χαλκορόφου δὲ
μνώεο παρθενεῶνος, ὅπῃ Δανάης διὰ κόλπου
545 χρύσεον ὄμβρον ἔχευε γαμοκλόπον ὑέτιος Ζεύς,
μὴ Δανάη μετὰ λέκτρα, μετὰ χρυσέους ὑμεναίους
οὐτιδανῷ γόνυ δοῦλον ὑπογνάμψειε Λυαίῳ·
δεῖξον, ὅτι Κρονίωνος ἐτήτυμον αἷμα κομίζεις,
δεῖξον, ὅτι χρύσειον ἔχεις γένος, οὐρανίου δὲ
550 λέκτρα τεοῦ κήρυξον ἐχεκτεάνου νιφετοῖο·
καὶ Σατύροις πολέμιζε· κορυσσομένῳ δὲ Λυαίῳ
φοίνιον ὄμμα τίταινε δρακοντοκόμοιο Μεδούσης,
καὶ μετὰ πικρὸν ἄνακτα πολυκλύστοιο Σερίφου
λαΐνεον νέον ἄλλον ἐσαθρήσω Πολυδέκτην.
555 σὺν σοὶ πανδαμάτειρα κορύσσεται Ἀργολὶς Ἥρη
μητρυιὴ Βρομίοιο προασπίζων δὲ Μυκήνης
σὴν δρεπάνην κούφιζε σαόπτολιν, ὄφρα νοήσω
ἑσπομένην Περσῆι δορικτήτην Ἀριάδνην·
§47.559–47.741
κτεῖνε βοοκραίρων Σατύρων στίχα· Βασσαρίδων δὲ
560 ὄμματι Γοργείῳ βροτέην μετάμειψον ὀπωπὴν
εἰς βρέτας αὐτοτέλεστον ὁμοίιον· ἀντιτύπῳ δὲ
κάλλεϊ πετρήεντι τεὰς κόσμησον ἀγυιάς,
Ἰναχίαις ἀγορῇσιν ἀγάλματα ποικίλα τεύχων.
τί τρομέεις Διόνυσον, ὄν οὐ Διὸς ἤροσαν εὐναί;
565 εἰπέ, τί σοι ῥέξειε;μετάρσιον ἠεροφοίτην
πεζὸς ὑπὲρ δαπέδοιο πότε πτερόεντα κιχήσει;
ἔννεπε θαρσύνουσα· καὶ εἰς μόθον ἔπτατο Περσεύς.
καὶ ναέτας καλέουσα Πελασγιὰς ἔβρεμε σάλπιγξ,
ὧν μὲν αἰχμητῆρος ἐκούφισε Λυγκέος αἰχμήν,
570 ὅς δὲ παλαιοτέροιο Φορωνέος, ὅς δὲ Πελασγοῦ,
ἄλλος ἀνηέρταζεν Ἀβαντίδα χειρὶ βοείην
καὶ μελίην Προίτοιο, καὶ Ἀκρισίοιο φαρέτρην
ἄλλος ἀνὴρ κούφιζεν, δὲ θρασὺς εἰς μόθον ἔστη
ἆορ ἔχων Δαναοῖο, τὸ πέρ ποτε γυμνὸν ἀείρων
575 θυγατέρας θώρηξεν ἐς ἀνδροφόνους ὑμεναίους,
ἄλλος ἔην κρατέων πέλεκυν μέγαν, ὃν παρὰ βωμῷ
Ἴναχος ἀστυόχοιο θυηπόλος ἔνθεος Ἥρης
ἵστατο κουφίζων βοέων τμητῆρα μετώπων.
καὶ στρατὸς ἐγρεκύδοιμος ἀερσιπόδων ὑπὲρ ἵππων
580 ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη
τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,
πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,
καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην·
καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,
585 καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,
καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.
Λυσικόμους δʼ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας
καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ
ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·
590 χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου
κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ
λᾶαν, ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,
ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.
Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,
595 φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς·
Ἡδὺς θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων
οὐτιδανοῖς πετάλοισι κορύσσεαι, Ἄρεα παίζων·
εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην·
εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,
600 χρυσὸν ἔχω γενετῆρα, πατὴρ δʼ ἐμὸς ὑέτιος Ζεύς·
ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,
λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.
ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη
ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
605 μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ
μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.
ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας
Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης
Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
610 ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,
ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.
καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·
Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·
615 οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ
νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ
ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.
καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·
Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη
620 Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ
δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ποτε μούνῳ
Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ
ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,
ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, στίχες Ἰνδῶν
625 εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης
ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων
ἤριπεν, θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,
ἀγχινεφὲς περίμετρον ἔχων δέμας, γόνυ κάμπτει
λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης
630 Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν
ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν
ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.
Θήβης δʼ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω
αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·
635 φήμης δʼ οὐ χατέεις μάρτυρος, ὅττι Λυαίου
πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ
σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.
ἀλλὰ, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις
αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων
640 ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις·
οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω
πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω
ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα
καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει
645 Ζεὺς ἐμός, οὐ γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,
καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ·
ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη
ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης·
σε περισφίγξας ἐνὶ λάρνακι μείζονι δεσμῷ
650 πλωτὸν ἀκοντίζω σε τὸ δεύτερον ἠθάδι πόντῳ·
ἢν δʼ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.
ἢν δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,
οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.
ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,
655 καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου
αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς·
ὑψώσας δʼ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων
ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ
ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ
660 αἰθέρι χεῖρα πέλασσε, καὶ ὡμίλησεν Ὀλύμπῳ,
καὶ νεφέλας ἔθλιψε· φόβῳ δʼ ἐλελίζετο Περσεὺς
δεξιτερὴν ἀκίχητον ὀπιπεύων Διονύσου
ἠελίου ψαύουσαν, ἐφαπτομένην δὲ σελήνης.
ἀλλὰ λιπὼν Διόνυσον ἐμάρνατο θυιάσι Βάκχαις·
665 καὶ παλάμῃ δονέων θανατηφόρον ὄμμα Μεδούσης
λαϊνέην ποίησε κορυσσομένην Ἀριάδνην.
καὶ πλέον ἔβρεμε Βάκχος ἰδὼν πετρώδεα νύμφην·
καί νύ κεν Ἄργος ἔπερσε καὶ ἐπρήνιξε Μυκήνας
καὶ Δαναῶν ἤμησεν ὅλην στίχα, καί νύ κεν αὐτὴν
670 μαρναμένην ἄγνωστον ἀνούτατον οὔτασεν Ἥρην
μάντιος ἀντιτύποιο νόθῃ βροτοειδέι μορφῇ,
καί νύ κεν ὠκυπέδιλος ὑπὲρ μόρον ἔφθιτο Περσεύς.
εἰ μή μιν κατόπισθε φανεὶς πτερόεντι πεδίλῳ
χρυσείης πλοκαμῖδος ἑλὼν ἀνεσείρασεν Ἑρμῆς,
675 καί μιν ἀλεξικάκῳ φιλίῳ μειλίξατο μύθῳ·
Ζηνὸς γνήσιον αἷμα, νόθος ζηλήμονος Ἥρης,
οἶσθα μέν, ὥς σε σάωσα διιπετέων ἀπὸ πυρσῶν,
καἰ σε Λάμου ποταμοῖο θυγατράσιν ὤπασα Νύμφαις
εἰσέτι κουρίζοντα, πάλιν δέ σε χερσὶν ἀείρων
680 εἰς δόμον ὑμετέρης, κουροτρόφον ἤγαγον Ἰνοῦς·
καὶ σὺ τεῷ ῥυτῆρι φέρων χάριν υἱέι Μαίης,
γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ
Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·
μὴ στρατὸν Ἀργείων, μὴ μέμφεο Περσέος ἅρπην·
685 οὐ γὰρ ἑκὼν ἐς Ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη
ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς
μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσας,
μή σοι ἐπιβρίσειε πάλιν δυσμήχανος Ἥρη.
ἀλλʼ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ.
690 μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην
ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα
οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,
κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης·
οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ
695 κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δʼ αὐτὴ
τῷ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου
Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ
εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ·
οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,
700 ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ
Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον χθονὶ λάμπειν
αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
705 ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δʼ ἀνέμοισιν Ἐνυώ,
καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,
οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.
μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,
ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς
710 εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας
αἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης
βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.
τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας
εἰς πόλον αὖτις ἵκανεν ἐπʼ ἀμφοτέροισι κεράσσας
715 θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.
οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·
ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν
θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.
Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους
720 Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
725 μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
730 καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
735 δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ
740 κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ
μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up