ὣς φαμένου νεφεληδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
ἀμφὶ ῥόον ποταμοῖο μελίπνοον· ὧν μὲν αὐτῶν
ἀγχιβάτης στατὸν ἴχνος ἐπʼ ἰλύι δισσὸν ἐρείσας
ἡμιφανὴς ἕστηκε, καὶ ὀμφαλὸν ὕδατι δεύων,
5 κυρτὸς ἔσω ποταμοῖο κεκυφότα νῶτα τιταίνων,
χερσὶ βαθυνομένῃσι μελισταγὲς ἤφυσεν ὕδωρ·
ὃς δὲ παρὰ προχοῇσι, κατάσχετος αἴθοπι δίψῃ,
πορφυρέῳ προβλῆτα γενειάδα κύματι βάπτων,
στῆθος ἐφαπλώσας ποταμηίδος ὑψόθεν ὄχθης,
10 οἰγομένοις στομάτεσσιν ἀνείρυσεν ἰκμάδα Βάκχου·
πρηνὴς δʼ ἄλλος ἔην πελάσας στόμα γείτονι πηγῇ,
καὶ διερὰς δαπέδῳ ψαμαθώδεϊ χεῖρας ἐρείσας
χείλεσι διψαλέοισιν ἐδέχνυτο δίψιον ὕδωρ·
ἄλλοι δʼ ὀστρακόεντι μέθην ἀρύοντο κυπέλλῳ,
15 πυθμένα κουφίζοντες ἐαγότος ἀμφιφορῆος·
καὶ πολὺς ἑσμὸς ἔπινεν ἐρευθιόωντι ῥεέθρῳ
κισσυβίῳ προχέων ποταμηίδος ὄγκον ἐέρσης,
μηλονόμων ἄγραυλον ἔχων δέπας. ἀντιβίων δὲ
οἶνον ἐρευγομένων πολυχανδέος ἀνθερεῶνος
20 ὄμμασι δερκομένοισιν ἐδιπλώθησαν ἐρίπναι,
καὶ βλεφάροις δοκέεσκον ἰδεῖν διδυμόζυγον ὕδωρ.
καὶ προχοὴ κελάρυζε φιλακρήτου ποταμοῖο
ξανθὸν ἀναβλύζουσα μέθης ῥόον· ἡδυπότου δὲ
οἰνάδος ἠρεύγοντο ῥοὰς εὐώδεες ὄχθαι.
25 δυσμενέας δʼ ἐμέθυσσε χάλις ῥόος. ἔνθά τις ἀνὴρ
Ἰνδὸς ἀμερσινόοιο μέθης δεδονημένος οἴστρῳ
εἰς ἀγέλην ἤιξε, καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ταῦρον ἀπειλητῆρα μετήγαγε δέσμιον ἕλκων,
διχθαδίων κεράων κεχαραγμένον ἄκρον ἐρύσσας
30 τολμηραῖς παλάμαις, διδυμάονος οἷα κεραίης
ταυροφυῆ Διόνυσον ὑπὸ ζυγὰ δούλια σύρων·
ἄλλος ἔχων δασπλῆτα σιδηρείης γένυν ἅρπης
αἰγὸς ὀρεσσινόμοιο διέθρισεν ἀνθερεῶνα,
θηγαλέῳ δρεπάνῳ δεδαϊγμένον, οἷά τε δειρὴν
35 Πανὸς ἐυκραίροιο ταμὼν γαμψώνυχι χαλκῷ·
ἄλλος ἀπηλοίησε βοῶν κεραελκέα φύτλην,
οἷά περ ἀμώων Σατύρων ταυρώπιδα μορφήν,
ὃς δὲ τανυκραίρων ἐλάφων ἐδίωκε γενέθλην
στικτῆς εἰσορόων πολυδαίδαλον εἶδος ὀπωπῆς,
40 οἷά τε Βασσαρίδων ὀλέκων στίχα· δαιδαλέαις γὰρ
νεβρίσιν ἰσοτύποισι παρεπλάγχθησαν ὀπωπαί·
καὶ φονίαις λιβάδεσσιν ὅλον θώρηκα μιαίνων
Ἰνδὸς ἀκοντιστῆρι μέλας ἐρυθαίνετο λύθρῳ.
καί τις ὁμοκλήσας ἐκορύσσετο γείτονι δένδρῳ
45 μαστίζων ἑκάτερθε, καὶ εἰαρινοῖσι δοκεύων
σειομένην ἀνέμοισι φυτῶν ἑλικώδεα χαίτην
ἁβροκόμων ὄρπηκας ἀπηλοίησε κορύμβων,
φύλλα διασχίζων λασίης δρυός, οἷα μαχαίρῃ
πλοχμὸν ἀκερσικόμοιο διατμήγων Διονύσου,
50 μαρνάμενος πετάλοισι καὶ οὐ Σατύροισιν ἐρίζων,
τερπωλὴν ἀνόνητον ἔχων σκιοειδέι νίκῃ.
μαίνετο δʼ ἀντιβίων ἕτερος χορός· ἀντὶ δὲ λόγχης
ὃς μὲν ἑλὼν βαρύδουπον ἐπωμαδίῳ τελαμῶνι
τύμπανον ἠέρταζε, καὶ ἀμφιπλῆγι βοείῃ
55 δίζυγον ἐσμαράγησε μέλος χαλκόκροτον ἠχώ·
ὃς δὲ πολυτρήτοιο βοῇ δεδονημένος αὐλοῦ
ἄστατος εἱλικόεντι ποδῶν βακχεύετο παλμῷ·
καί τις ἀπειρήτοις ἐπὶ χείλεσι λωτὸν ἐρείσας
δίθροον ἁρμονίην ἐμελίζετο Μυγδόνος αὐλοῦ·
60 γηραλέου δὲ φυτοῖο θορὼν παρὰ γείτονι ῥίζῃ
γλαυκὸν ἐυρραθάμιγγος ἀνείρυσε θαλλὸν ἐλαίης
ὄμβρῳ ἐερσήεντι διάβροχον, οἷα πιέζων
οἰνωπῇ ῥαθάμιγγι Μαρωνίδος ἄκρον ὑπήνης.
ἄλλοι σὺν ξιφέεσσι, σὺν ἔγχεσι, σὺν τρυφαλείαις
65 ἄσχετα βακχευθέντες ἀμερσινόῳ φρένας οἴνῳ
ὄργια μιμήσαντο φερεσσακέων Κορυβάντων,
ἴχνια δινεύοντες ἐνόπλιον ἀμφὶ χορείην·
καὶ παλάμης ἑλικηδὸν ἀμοιβαίῃσιν ἐρωαῖς
ἀσπίδες ἐκρούοντο κυβιστητῆρι σιδήρῳ·
70 ἄλλος ὀπιπεύων θιασώδεος ὄργια Μούσης
μιμηλὴν Σατύροισι συνεσκίρτησε χορείην·
καί τις ἀρασσομένης ἀίων κελάδημα βοείης
μείλιχον ἦθος ἔδεκτο, φιλοσμαράγῳ δὲ μενοινῇ
ῥιγεδανὴν ἀνέμοισιν ἑὴν ἔρριψε φαρέτρην,
75 λύσσαν ἔχων· ἕτερος δὲ γυναιμανέων πρόμος Ἰνδῶν
ἀπλεκέος πλοκαμῖδος ἑλὼν ὑψαύχενα Βάκχην,
παρθενικὴν ἀδάμαστον ἀτάσθαλον εἰς γάμον ἕλκων,
σφίγξεν ὑπὲρ δαπέδοιο, τανυσσάμενος δὲ κονίῃ
χερσὶν ἐρωμανέεσσιν ἀπεσφρηγίσσατο μίτρην,
80 ἐλπίδι μαψιδίῃ πεφορημένος· ἐξαπίνης γὰρ
ὄρθιος εἷρπε δράκων ὑποκόλπιος ἰξύι γείτων,
δυσμενέος δʼ ἤιξε κατʼ αὐχένος, ἀμφὶ δὲ δειρῇ
οὐραίαις ἑλίκεσσιν ἀνέπλεκε κυκλάδα μίτρην·
ταρβαλέοις δὲ πόδεσσι φυγὼν μελανόχροος ἀνὴρ
85 θερμὸν ἀνυμφεύτων ἀπεσείσατο κέντρον Ἐρώτων,
αὐχένιον φορέων ὀφιώδεος ὁρμὸν ἀκάνθης.
ὄφρα μὲν οἰνωθέντες ἐν οὔρεσιν ἔτρεχον Ἰνδοί,
τόφρα δὲ νήδυμος Ὕπνος ἑὸν πτερὸν οὖλον ἑλίξας
ἀκλινέων σφαλεροῖσιν ἐπέχραεν ὄμμασιν Ἰνδῶν,
90 εὔνασε δʼ οἰστρηθέντας ἀμετρήτῳ νόον οἴνῳ,
Πασιθέης γενετῆρι χαριζόμενος Διονύσῳ·
ὧν μὲν ὕπτιος εὗδεν ἄνω νεύοντι προσώπῳ
ὑπναλέῳ μυκτῆρι μεθυσφαλὲς ἄσθμα τιταίνων,
ὃς δὲ βαρυνομένην κεφαλὴν ἐπεθήκατο πέτρῳ,
95 νωθρὸς ἐυκροκάλῳ ποταμηίδι κείμενος ὄχθῃ,
ἠματίοις δʼ ὀάριζε νοοπλανέεσσιν ὀνείροις
ὀρθὰ περὶ κροτάφοισι πεπηγότα δάκτυλα βάλλων·
πρηνὴς δʼ ἄλλος ἔην τετανυσμένος, εἶχε δὲ δισσὴν
χεῖρα καθιεμένην ἰσοελκέα δίζυγι μηρῷ·
100 καί τις ἑῆς παλάμης κεφαλὴν ἐπερείσατο καρπῷ
οἶνον ἀναβλύζων· δὲ καμπύλα γυῖα συνάπτων,
ὡς ὄφις ἀμφιέλικτος, ἐκέκλιτο, λοξὸς ἰαύων.
καὶ χορὸς ἀντιβίων πεφορημένος εἰς ῥάχιν ὕλης,
ὃς μὲν ὑπὸ δρυὸς εὗδεν, δὲ πτελέης ὑπὸ θάμνῳ,
105 ἄλλος ἐπὶ πλευρῇσι πεσὼν ἐκλίνετο φηγῷ,
λαιὴν ὀφρυόεντι βαλὼν ἐπὶ χεῖρα μετώπῳ·
καὶ πολὺς ἑσμὸς ἴαυε λάλος νέκυς, ἠέρι πέμπων
ἀλλοίης ἀχάλινον ἀσημάντου θρόον ἠχοῦς
οἰνοβαρὴς· ἕτερος δὲ τινασσομένοιο καρήνου
110 γηραλέης πλατὺ νῶτον ἐπέτρεπε πυθμένι δάφνης·
τὸν δὲ βαρὺ κνώσσοντα βαθυστρώτων ἐπὶ λέκτρων
ἀκροκόμου φοίνικος εὐώδινος ἐλαίης
ῥιπίζων ἀνέμοισιν ἕλιξ ἐπεσύρισεν ὄρπηξ·
καί τις ὑπὲρ δαπέδοιο χυτῇ τετάνυστο κονίῃ,
115 ἄκρα ποδῶν προχοῇσι κατακλύζων ποταμοῖο·
ἄλλος ἀπειρήτοιο μέθης βακχεύετο παλμῷ,
καὶ κεφαλὴν βαρύθουσαν ἐπέτρεπε γείτονι πεύκῃ·
ἄλλου φυσιόωντος ἐσείετο νεῦρα μετώπου.
καὶ δηίους κνώσσοντας ἰδὼν γελόωντι προσώπῳ
120 Βάκχος ἄναξ ἀγόρευε, χέων σημάντορα φωνήν·
Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι·
καὶ βριαρῷ γόνυ δοῦλον ὑποκλίνας Διονύσῳ
125 Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδει Ῥείῃ,
σείων οἴνοπα θύρσον, ἀπορρίψας δὲ θυέλλαις
ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
καὶ κεφαλὴν στέψειεν ἐμῷ κισσώδεϊ δεσμῷ,
γυμνώσας πλοκαμῖδας ἀερσιλόφου τρυφαλείης,
130 καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ δούριον ἠχὼ
εὔιον ἀείσειε κορυμβοφόρῳ Διονύσῳ.
ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν μὲν αὐτῶν
αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
135 ἄλλος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνης
ἄνδρα βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·
καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
ἀνέρα δουρίκτητον ἀδέσμιον εἷλκεν ἐθείρης·
ἄλλος ὁμοπλέκτους παλάμας περί νῶτα καθάψας
140 δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ
αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
145 στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·
ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
150 Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
155 δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων·
160 καὶ χρυσέην Ὑμέναιος ἀνηέρταζε βοείην
ἀνέρα συλήσας χρυσάσπιδα, γηθόσυνος δὲ
κοῦρον ἐρωμανέεσσιν ἐδέρκετο Βάκχος ὀπωπαῖς
τεύχεσιν ὑπναλέοιο καταυγάζοντα φορῆος·
καὶ νέος ἠκόντιζεν ἐν ἔντεσιν ὄλβιον αἴγλην,
165 ὡς Λυκίου Γλαύκοιο λαβὼν ἀμάρυσσε μαχηταῖς,
ἀφνειοῖς σακέεσσιν ἀπαστράπτων, Διομήδης.
ἄλλους δʼ ἀντιβίους στρατιὴ ληίσσατο Βάκχων,
νήδυμον ὕπνον ἔχοντας ὁμόστολον ἡδέος οἴνου.
ἔνθά τις ἀγκυλότοξος, ἐρημάδι σύννομος ὕλῃ,
170 παρθένος Ἀστακίδεσσιν ὁμότροφος ἤνθεε Νύμφαις
καλλιφυὴς Νίκαια, λαγωβόλος Ἄρτεμις ἄλλη,
ἀλλοτρίη φιλότητος, ἀπειρήτη Κυθερείης,
θῆρας ὀιστεύουσα καὶ ἰχνεύουσα κολώναις·
οὐδὲ μυχῷ θυόεντι καλύπτετο παρθενεῶνος.
175 καί οἱ ἐνὶ σκοπέλοισιν ἐρημονόμῳ παρὰ πέζῃ
ἠλακάτη πέλε τόξον, ἀεὶ δέ οἱ ἔνδοθι λόχμης
μηκεδανοὶ κλωστῆρες ἔσαν πτερόεντες ὀιστοί,
καὶ σταλίκων ξύλον ὀρθὸν ὀρειάδος ἱστὸς Ἀθήνης·
καὶ καθαρῇ συνάεθλος ὁμίλεεν ἰοχεαίρῃ,
180 καὶ λίνον ἐν σκοπέλοισιν ἀνέπλεκεν ἠθάδος ἄγρης
νήματος ἀσκητοῖο φιλαίτερον· οὔ ποτε τόξῳ
ποικίλον εἶδος ἔχοντος ἀνάλκιδος ἥπτετο νεβροῦ,
δορκάδας οὐκ ἐδίωκε, καὶ οὐκ ἔψαυε λαγωοῦ,
ἀλλὰ περιζεύξασα δαφοινήεντι χαλινῷ
185 γλαυκὰ δασυστέρνων ἐπεμάστιε νῶτα λεόντων,
πολλάκι δʼ ἔγχος ἄειρε καταντία λυσσάδος ἄρκτου·
μέμφετο δʼ ἰοχέαιραν ἑκηβόλον, ὅττι λιποῦσα
στικτῶν πορδαλίων γενεὴν καὶ φῦλα λεόντων
οὐτιδαναῖς ἐλάφοισιν ἑὴν ἔζευξεν ἀπήνην.
190 οὐδὲ μύρῳ μεμέλητο, μελικρήτων δὲ κυπέλλων
ὑδατόεν προβέβουλε χαραδραίης πόμα πηγῆς
ψυχρὸν ὕδωρ προχέουσα· καὶ αὐτορόφῳ κενεῶνι
κούρης δύσβατος οἶκος ἐρημάδες ἦσαν ἐρίπναι·
πολλάκι δʼ εὐκαμάτοιο μετὰ δρόμον ἠθάδος ἄγρης
195 πορδαλίων σχεδὸν ἧστο, μιῇ δʼ ὑπὸ κοιλάδι πέτρῃ
μίμνε μεσημβρίζουσα λεχωίδος ἄγχι λεαίνης·
δὲ γαληναίῃσιν ὑπʼ ὀφρύσι μειλιχίη θὴρ
ἀδρύπτοις γενύεσσι δέμας λιχμάζετο κούρης,
καὶ κινυρῆς μίμημα κυνὸς δειδήμονι λαιμῷ
200 ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης
χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.
καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
205 ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·
οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·
καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
210 εἴκελος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κύπρις
ἀργεννὴν ἐνόμευεν ὀρεσσινόμων στίχα ταύρων
κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην
βουκόλος ἀγρώσσουσαν ἰδὼν χιονώδεα κούρην
οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
215 εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη
ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
ποιμένα μαστεύουσα· νέος δʼ ἐπλάζετο βούτης
παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
220 καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα
οἴστρῳ λαβροτέρῳ δεδονημένον· ἐν σκοπέλοις γὰρ
παρθενικῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ
225 καὶ σφυρὰ φοινίσσοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη
χιονέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·
καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
ἀσκεπέων ἐδόκευεν ἐλεύθερον ἄντυγα μηρῶν
[]χώδεα [
230 βότρυν ὀπισθοπόροιο κόμης ἐλέλιζεν ἀήτης
κουφίζων ἑκάτερθεν, ἀειρομένων δὲ κομάων
λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
πῇ μὲν ἐπιψαύων σταλίκων τόξον ἀφάσσων,
235 πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου
ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·
εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,
240 ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
εἰ τόσον, ὡς Νίκαια, πέλε λευκώλενος Ἥρη·
ἑσπερίην δʼ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
εἰ πλέον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
245 ἐγγὺς ἐὼν καὶ νόσφιν ἐὼν ἐμνώετο κούρης,
πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
πῶς δὲ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
250 ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
ὁππότε μιν δονέων καὶ ἐς ὀμφαλὸν ἄχρις ἀείρων
γυμνώσας χροὸς ἄνθος ἀνηκόντιζεν ἀήτης·
κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτῶνα.
255 καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
γείτονα θηρεύουσαν ἰδὼν ὑψαύχενα κούρην
τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·
Αἴθε βέλος γενόμην δίκτυον ἠὲ φαρέτρη,
αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς
260 χερσὶν ἐλαφρίσσειεν· ὀπισθοτόνοιο δὲ τόξου
εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ
χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης.
παρθένε, κουφίζεις βέλος ὄλβιον· ὑμέτεροι δὲ
265 ὕμνου μηλονόμοιο μακάρτεροί εἰσιν ὀιστοί,
ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμάων.
σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω·
οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ
ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.
270 αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ
γυῖα καταψύξειεν, ἴδω δʼ ὑψαύχενα κούρην,
ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.
οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;
Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
275 οὐ βόας Ἠελίοιο κατʼ οὔρεα ταῦτα νομεύω,
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·
οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·
Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν
280 δίφρον ἐὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·
καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.
δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω
ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·
285 ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρά τις εἴπῃ·
Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει.
ὣς φάτο καὶ λιτάνευε, φίλων δʼ ἐδράξατο γούνων
χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι
ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δʼ ὑπεμέμφετο σιγῇ.
290 καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων
κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,
καὶ δόρυ θοῦρον ἄειρε, πόθου δʼ ὑπό μείζονι κέντρῳ
κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,
καὶ κύσε δίκτυα κωφὰ καὶ οὐ πνείοντας ὀιστούς,
295 χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,
καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·
καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·
Πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,
ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.
300 δάφνη καὶ σὺ φίλη, δενδρώδεα ῥῆξον ἰωήν·
αἴθε καλὴ Νίκαια πάρος πέλε, καί κεν Ἀπόλλων
ἁβροτέρην ἐδίωκε, καὶ οὐ φυτὸν ἔπλετο Δάφνη.
ὣς φάτο· καὶ σύριγγι σαόφρονος ἐγγύθι κούρης
μάρτυν ἑῆς ὀδύνης, γαμίην ἐμελίζετο μολπήν.
305 παρθενικὴ δʼ ἀγόρευεν ἐπεγγελόωσα νομῆι·
Ἡδὺς συρίζων Παφίης μέλος ὑμέτερος Πάν·
πολλάκι μέλψεν Ἔρωτα καὶ οὐ πέλε νυμφίος Ἠχοῦς.
πόσα Δάφνις ἄειδεν βουκόλος· ἀμφὶ δὲ μολπῇ
παρθένος ἀστιβέεσσιν ἐκεύθετο μᾶλλον ἐρίπναις
310 ποιμενίης φεύγουσα βοῆς μέλος. πόσα Φοίβου
ἔκλυε μελπομένοιο καὶ οὐ φρένα θέλγετο Δάφνη.
ὣς φαμένη δόρυ θοῦρον ἐδείκνυεν ἄφρονι βούτῃ.
αὐτὰρ λυσσήεντι τετυμμένος ἡδέι κέντρῳ,
μὴ νοέων, ὅτι τόσσον ἔην ἄστοργος Ἀμαζών,
315 πομπὸν ἑοῦ θανάτοιο δυσίμερον ἴαχε φωνήν·
Ναί, λίτομαι, προΐαλλε φίλον δόρυ, χιονέῃ δὲ
κτεῖνέ με σῇ παλάμῃ, καὶ τέρπομαι· οὐ σέο λόγχην,
οὐ τρομέω, φυγόδεμνε, τεὸν ξίφος, ὅττι τελευτὴν
ὀξυτάτην ὀπάσειεν, ὅπως ποτὲ πικρὸν ἀλύξω
320 ἔμπεδον ἕλκος Ἔρωτος, ὑπὸ φρένα βοσκόμενον πῦρ.
τεθναίην, ὅτι πότμος ἐπήρατος· εἰ δὲ βελέμνῳ
τοξοφόρος μετὰ Κύπριν ὀιστεύσεις με καὶ αὐτή,
πρὸς Παφίης, μὴ πέμπε κατʼ αὐχένος, ἡμετέρην δὲ
σὸν βέλος εἰς φρένα πῆξον, ὅπῃ βέλος ἐστὶν Ἐρώτων.
325 αὐχένι μᾶλλον ἴαλλε τεὸν δόρυ, μὴ φρένα τύψῃς·
ὠτειλῆς ἑτέρης οὐ δεύομαι. εἰ δέ σε τέρπει,
τλήσομαι ἄλλο βέλεμνον, ὅπως ἐμὲ γαῖα καλύψῃ
καὶ πυρὸς ἕλκος ἔχοντα καὶ οὐτηθέντα σιδήρῳ.
κτεῖνέ με τὸν δυσέρωτα, τεῆς μὴ φείδεο νευρῆς.
330 θηλύνεις δὲ σίδηρον, ὅταν ψαύσειας ὀιστῶν·
ἵσταμαι αὐτοκέλευστος ἐγὼ σκοπός, ὄμματι τερπνῷ
δάκτυλα μαρμαίροντα περὶ γλυφίδεσσι δοκεύων,
ἐκταδὸν αὖ ἐρύοντα τεὴν μελιηδέα νευρὴν
δεξιτερῷ ῥοδόεντι πελαζομένην σέο μαζῷ.
335 θνήσκω νεκρὸς Ἔρωτος ἑκούσιος ἡδέι πότμῳ·
οὐκ ἀλέγω θανάτοιο καὶ οὐ τρομέω νέφος ἰῶν,
γυμνὴν ὑμετέρην χιονώδεα χεῖρα δοκεύων
ἁπτομένην τόξοιο καὶ ἱμερόεντος ὀιστοῦ.
εἰς ἐμὲ πάντα βέλεμνα τεῆς προΐαλλε φαρέτρης,
340 εἰς ἐμὲ πέμπε βέλεμνα μιαιφόνα· πικρότεροι γὰρ
ἄλλοι ἐμὲ κλονέουσι πυριγλώχινες ὀιστοί.
ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,
παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·
πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
345 μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην
χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρά τις εἴπῃ·
π̔αρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε. μηδὲ θανόντος
αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,
ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·
350 ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου
πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.
δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν ὑψόθι τύμβου
ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω
κρόκος ἱμερόεις Μίλακος ἄνθος Ἐρώτων,
355 εἰαρινὴν δὲ φύτευε μινυνθαδίην ἀνεμώνην
πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.
εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,
βαιὸν ἐμοῖ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις
ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,
360 χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·
ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς
παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα.
ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ
λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
365 καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ
κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,
ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος
φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.
370 ἀλλʼ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ
ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,
μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·
νηιάδες δʼ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
375 δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.
κούρη δʼ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,
μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,
Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·
ἀμφὶ δέ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης
380 Ἀστακίδες μέμψαντο Κυβηλίδος ἤθεα νύμφης,
αἴλινα δʼ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ
Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.
καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης
τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
385 παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.
ὄμμασι δʼ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων
Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστενε Ῥείη,
μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.
390 καὶ δρύες ἐφθέγξαντο· τί σοι τόσον ἤλιτε βούτης;
μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.
ἔδρακε δʼ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,
ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,
καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
395 μέμψατο δʼ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ὕμνον ἐποικτείροντος ἐλείβετο δάκρυα ταύρου,
καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς
ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
400 παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων
πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος
αἵματι χαλκὸν ἔβαψε καἰ ἔσβεσε πυρσὸν Ἐρώτων
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη
καὶ Νύμφας ἀκάχησεν, ὀρειάδος οὐ κλύε πέτρης,
405 οὐ πτελέης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην
λισσομένην· μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα.
καὶ λύκος ἔστενεν Ὕμνον, ἀναιδέες ἔστενον ἄρκτοι,
καὶ βλοσυροῖς βλεφάροισι λέων ὠδύρετο βούτην·
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
410 ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,
ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης.
θηλυτέρῃ παλάμῃ δεδαϊγμένος. εἰς τίνα λόχμην
ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
415 χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,
χαίρετε, Νηιάδες, καὶ ἐμαὶ δρύες. ἀμφότεροι δὲ
Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· αὐλός ἀλάσθω.
πῇ Νέμεσις; πῇ Κύπρις; ἔρως, μὴ ψαῦε φαρέτρης·
σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.
420 δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων
γνωτῇ φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up