ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυκροκάλου ποταμοῖο
Βάκχου πεζὸς ὅμιλος, ὅπῃ βαθυδίνεϊ κόλπῳ
πλωτὸν ὕδωρ, ἅτε Νεῖλος, ἐρεύγεται Ἰνδὸς Ὑδάσπης,
δὴ τότε Βασσαρίδων ἐμελίζετο θῆλυς ἀοιδὴ
5 καὶ λασίων Σατύρων χορὸς ἔβρεμε μύστιδι φωνῇ·
Νυκτελίῳ Φρύγα κῶμον ἀνακρούουσα Λυαίῳ,
γαῖα δὲ πᾶσα γέλασσεν, ἐμυκήσαντο δὲ πέτραι
νηιάδες δʼ ὀλόλυξαν, ὑπὲρ ποταμοῖο δὲ Νύμφαι
σιγαλέοις ἑλικηδὸν ἐμιτρώσαντο ῥεέθροις
10 καὶ Σικελῆς ἐλίγαινον ὁμόζυγα ῥυθμὸν ἀοιδῆς,
οἷον ἀνεκρούοντο μελιγλώσσων ἀπὸ λαιμῶν
ὑμνοπόλοι Σειρῆνες· ὅλη δʼ ἐλελίζετο λόχμη,
καὶ μέλος ἐφθέγξαντο σοφαὶ δρύες εἴκελον αὐλῷ,
Ἁδρυάδες δʼ ἀλάλαζον, ἐπʼ εὐπετάλοιο δὲ Νύμφη
15 ἡμιφανὴς ἤειδεν ὑπερκύψασα κορύμβου.
Χιονέῳ δὲ γάλακτι χυτὴ λευκαίνετο πηγή,
ὑδρηλή περ ἐοῦσα, χαραδραίῳ δʼ ἐνὶ κόλπῳ
νηιάδες λούσατο γαλαξαίοισι ῥεέθροις,
καὶ γάλα λευκὸν ἔπινον· ἐρευθιόωντι δὲ μαζῷ
20 οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
γλεῦκος ἀμοσχεύτοιο διαβλύζουσα κολώνης
ἡδυπότοις λιβάδεσσι· καὶ αὐτοχύτων ἀπὸ κόλπων
λαρὰ μελιρραθάμιγγος ἐλείβετο δῶρα μελίσσης,
σίμβλων οὐ χατέοντα· καὶ ἀρτιτόκων ἀπὸ θάμνων
25 ἄγχνοον ὀξυέθειρος ἀνέδραμε μῆλον ἀκάνθης·
αὐτομάτου δὲ χυθέντος ἐπʼ ἀκρεμόνεσσιν ἐλαίου
ἰκμάσιν ἀθλιβέεσσιν ἐλούετο δένδρον Ἀθήνης.
καὶ κύνας ὀρχηστῆρας ἐπηχύνοντο λαγωοί·
μηκεδανοὶ δὲ δράκοντες ἐβακχεύοντο χορείῃ
30 ἴχνια λιχμώοντες ἐχιδνοκόμου Διονύσου,
αὐχένα δοχμώσαντες, ἀνήρυγε δʼ ἄλλος ἐπʼ ἄλλῳ
μειλίχιον σύριγμα γεγηθότος ἀνθερεῶνος·
τερπομένου δὲ δράκοντος ἔην τότε ῥυθμὸς ἐχέφρων,
καὶ δολιχῆς ἐλέλικτο περίπλοκος ὁλκὸς ἀκάνθης
35 ποσσὶν ἀδειμάντοισι περισκαίρων Διονύσου·
Ἰνδῴην δʼ ἑλικηδὸν ἐπισκαίροντες ἐρίπνην
τίγριδες ἑψιόωντο· πολὺς δέ τις ἔνδοθι λόχμης
ἐσμὸς ἀνεσκίρτησεν ὀρεσσινόμων ἐλεφάντων.
καὶ τότε παιπαλόεντα κατʼ ἄγκεα Πᾶνες ἀλῆται
40 δύσβατα λεπταλέῃσι διέτρεχον οὔρεα χηλαῖς
φρικτά, τά μὴ θρασὺς ὄρνις ἐπέπτατο κοῦφος ὁδίτης
ὑψιπόρων πτερύγων διεμέτρεε δίζυγι παλμῷ
καὶ δονέων πλοκαμῖδα παρήορον ἀνθερεῶνος
σύννομος ἀντεχόρευε λέων βητάρμονι κάπρῳ·
45 ἀνδρομέης δʼ ὄρνιθες ἀνέκλαγον εἰκόνα μολπῆς
μιμηλὴν ἀτέλεστον ὑποκλέπτοντες ἰωήν,
νίκην Ἰνδοφόνοιο προθεσπίζοντες ἀγῶνος,
καὶ χλοεροῖς μελέεσσι παρήορον ὄρθιον οὐρὴν
ἐκταδὸν αἰθύσσοντες· ὁμοζήλῳ δὲ χορείῃ
50 πόρδαλις ὑψιπότητος ἐπέτρεχε σύνδρομος ἄρκτῳ.
καὶ βαλίων σκυλάκων ἀνεσείρασεν Ἄρτεμις ὁρμὴν
μειλιχίης ὁρόωσα χοροίτυπον ἅλμα λεαίνης·
αἰδομένη δʼ εὔκυκλον ἑὴν ἀνελύσατο νευρήν,
τερπομένους μὴ θῆρας ὀιστεύσειε βελέμνοις.
55 καί τις ἐσαθρήσας ἑτερότροπα θαύματα Βάκχου,
ὄμμα βαλὼν πυκινοῖο διʼ ἀκροτάτοιο κορύμβου,
φύλλα περιστείλας θηήτορα κύκλον ὀπωπῆς,
τόσσον ἰδεῖν μεθέηκεν, ὅσον περιδέρκεται ἀνὴρ
ὄμμασι ποιητοῖσι διοπτεύων τρυφαλείης,
60 ὁπότε τραγικοῖο χοροῦ δεδαημένος ἀνήρ,
φρικτὸν ἔχων μύκημα τανυφθόγγων ἀπὸ λαιμῶν,
ἐνδόμυχον τυκτοῖο διʼ ὄμματος ὄμμα τιταίνει,
ψευδαλέον βροτέοιο φέρων ἴνδαλμα προσώπου.
ὣς γε θαύματα πάντα λαθὼν ὑπὸ δάσκιον ὕλην
65 ἀπροϊδὴς ἐδόκευεν ὑποκλέπτοντι προσώπῳ·
ἀντιβίοις δʼ ἤγγειλε· φόβῳ δʼ ἐλελίζετο Θουρεὺς
μεμφόμενος Μορρῆι καὶ ἄφρονι Δηριαδῆι.
ἔτρεμε δʼ Ἰνδὸς ὅμιλος, ἀφειδήσας δὲ κυδοιμοῦ
χάλκεα ταρβαλέων ἀπεσείσατο τεύχεα χειρῶν,
70 δένδρεα παπταίνων δεδονημένα θυιάδι ῥιπῇ.
καί νύ κεν Ἰνδὸς ὅμιλος ἑλὼν ἀπὸ γείτονος ὄχθης
μάρτυρον ἱκεσίης γλαυκόχροα θαλλὸν ἐλαίης
αὐχένα δοῦλον ἔκαμψεν ἀδηρίτῳ Διονύσῳ·
ἀλλὰ μεταλλάξασα δέμας πολυμήχανος Ἥρη
75 δυσμενέας θάρσυνε καὶ ἤπαφεν ὄρχαμον Ἰνδῶν,
Θεσσαλίδων μάγον ὕμνον ἐφαψαμένη Διονύσῳ,
καὶ Κίρκης κυκεῶνα θεοκλήτοις ἐπαοιδαῖς,
οἷά τε φαρμακτῆρος ἀφαρμάκτου ποταμοῖο.
καὶ πίθεν ἀντιβίους ταχυπειθέας· εἶπε δʼ ἑκάστῳ,
80 μή ποτέ τις σφάλλοιτο κατάσχετος αἴθοπι δίψῃ
κλεψινόου ποταμοῖο πιὼν δεδολωμένον ὕδωρ.
καί νύ κεν ἀφράστοιο διαθρῴσκοντες ἐναύλου
δαινυμέναις στρατιῇσιν ἐπέχραον αἴθοπες Ἰνδοί·
ἀλλά τις ἠνεμόεντος ὑπερκύψασα κορύμβου
85 ἐκ λασίου κενεῶνος Ἁμαδρυὰς ἄνθορε Νύμφη·
χειρὶ δὲ θύρσον ἔχουσα φυὴν ἰνδάλλετο Βάκχῃ,
μιμηλὴν δρυόεντι πυκαζομένη τρίχα κισσῷ·
δυσμενέων δʼ ἐνέπουσα δόλου σημάντορι σιγῇ
οὔασι βοτρυόεντος ἐπεψιθύριζε Λυαίου·
90 ἀμπελόεις Διόνυσε, φυτηκόμε κοίρανε καρπῶν,
σὸν φυτὸν Ἁδρυάδεσσι χάριν καὶ κάλλος ὀπάσσει·
Βασσαρὶς οὐ γενόμην, οὐ σύνδρομός εἰμι Λυαίου,
μοῦνον ἐμῇ παλάμῃ ψευδήμονα θύρσον ἀείρω·
οὐ πέλον ἐκ Φρυγίης, σέο πατρίδος, οὐ χθόνα Λυδῶν
95 ναιετάω παρὰ χεῦμα ῥυηφενέος ποταμοῖο·
εἰμὶ δέ καλλιπέτηλος Ἁμαδρυάς, ἧχι μαχηταὶ
δυσμενέες, λοχόωσιν, ἀφειδήσασα δὲ πάτρης
ῥύσομαι ἐκ θανάτοιο τεὸν στρατόν· ὑμετέροις γὰρ
πιστὰ φέρω Σατύροισι, καὶ Ἰνδῴη περ ἐοῦσα,
100 ἀντὶ δὲ Δηριαδῆος ὁμοφρονέω Διονύσῳ·
σοὶ γὰρ ὀφειλομένην ὀπάσω χάριν, ὅττι ῥεέθρων
ὑγροτόκους ὠδῖνας, ὅτι δρύας αἰὲν ἀέξει
ὀμβρηρῇ ῥαθάμιγγι πατὴρ μέγας ὑέτιος Ζεύς.
δός μοι σεῖο πέτηλα, καὶ ἐνθάδε ταῦτα φυτεύσω,
105 δός μοι σεῖο κόρυμβα, τά περ λύουσι μερίμνας.
ἀλλά, φίλος, μὴ σπεῦδε ῥόον ποταμοῖο περῆσαι,
μή σοι ἐπιβρίσωσιν ἐν ὕδασι γείτονες Ἰνδοί·
εἰς δρύας ὄμμα τίταινε καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ἀπροϊδῆ σκοπίαζε καλυπτομένων λόχον ἀνδρῶν.
110 ἀλλὰ τί σοι ῥέξουσιν ἀνάλκιδες ἔνδοθι λόχμης;
δυσμενέες ζώουσιν, ἕως ἔτι θύρσον ἐρύκεις.
σιγῇ ἐφʼ ἡμείων, μὴ δήιος ἐγγὺς ἀκούσῃ,
μὴ κρυφίοις Ἰνδοῖσιν ἐπαγγείλειεν Ὑδάσπης.
ὣς φαμένη παλίνορσος Ἁμαδρυὰς ᾤχετο Νύμφη,
115 ὡς πτερὸν ἠὲ νόημα, μεταλλάξασα δὲ μορφὴν
ἰσοφυὴς ὄρνιθι διέτρεχε φωλάδος ὕλης,
ἥλικος ἀίσσουσα κατὰ δρυός αὐτὰ σιγῇ
μίσγετο Βασσαρίδεσσιν, Ἁμαδρυάδος δὲ θεαίνης
εἶπεν ἑοῖς προμάχοισιν ἐς οὔατα ἑκάστου
120 νεύμασι δενδίλλων, νοερῇ δʼ ἐκέλευε σιωπῇ
τεύχεσι θωρηχθέντας ἀνὰ δρύας εἰλαπινάζειν,
καὶ κρυφίων ἀγόρευε δολορραφέων δόλον Ἰνδῶν,
μή σφιν ἐπτβρίσωσιν ἀθωρήκτοισι μαχηταί,
εἰσέτι δαινυμένοισιν ἀνὰ στρατόν· οἱ δὲ Λυαίῳ
125 κεκλομένῳ πεῖθοντο, καὶ εἰς μόθον ἦσαν ἑτοῖμοι
σιγαλέον παρὰ δεῖπνον ἀκοντοφόροιο τραπέζης.
καὶ ταχινὸν μετὰ δόρπον ἐπέρρεον ἀσπιδιῶται
γείτονος ἐκ ποταμοῖο πιεῖν ἐπιδόρπιον ὕδωρ,
νεύμασι θεσπεσίοισι περισσονόου Διονύσου,
130 μὴ στρατὸν εὐνήσειε μέθη καὶ κῶμα καὶ ὄρφνη.
καὶ στρατὸς ἔνθα καὶ ἔνθα φιλοπτολέμῳ πέσεν εὐνῇ
βαιὸν ἐνυαλίης ὑπὲρ ἀσπίδος ὕπνον ἰαύων.
Ζεὺς δὲ πατὴρ δολόεντα μετατρέψας νόον Ἰνδῶν
ἑσπερίην ἀνέκοψε μάχην μυκήτορι βόμβῳ,
135 ὄμβρου παννυχίοιο χέων ἀπερείσιον ἠχώ.
ἀλλʼ ὅτε χιονόπεζα χαραξαμένη ζόφον Ἠὼς
ὄρθρον ἀμεργομένη δροσερῇ πορφύρετο πέτρῃ,
ἄκρον ὑπερκύψαντες ἐγερσιμόθου σκέπας ὕλης
δυσμενέες προύτυψαν ἀολλέες· ἦρχε δὲ Θουρεύς,
140 Ἰνδῴου πολέμοιο πέλωρ πρόμος, εἴκελος ὁρμὴν
ἠλιβάτῳ Τυφῶνι καταΐσσοντι κεραυνοῦ.
καὶ στρατιαὶ πινυτοῖο δολόφρονι νεύματι Βάκχου
ψευδαλέον φόβον εἶχον ἀταρβέες, ἐκ δὲ κυδοιμοῦ
αὐτόματοι χάζοντο θελήμονες, εἰσόκεν Ἰνδοὶ
145 εἰς πεδίον προχέοντο λελοιπότες ἔνδια λόχμης.
τεύχεσι δʼ ἀφνειοῖσι κορύσσετο Λύδιος ἀνήρ,
χρυσοφαῆ Λυκίοιο τύπον Γλαύκοιο κομίζων,
κηρύσσων ἑὸν οὖδας, ὅπῃ Πακτωλίδος ὄχθης
φαιδρὸς ἐρευθομένης ἀμαρύσσεται ὄλβος ἐέρσης,
150 καὶ ῥοδέαις ἤστραψε βολαῖς ἀντώπιον Ἠοῦς,
σείων ξανθὰ μέτωπα ῥυηφενέος τρυφαλείης
Λυδὸς ἀνὴρ ἀρίδηλος, ἀπὸ στέρνων δὲ φορῆος
μαρμαρυγὴ σελάγιζεν ἐρευθομένοιο χιτῶνος·
καὶ κυνέην στίλβουσαν ἐπὶ κροτάφοιο τινάσσων
155 ἐξ Ἀλύβης πρόμος ἄλλος ἀριστεύων Διονύσῳ
πάτριον ὄλβον ἔφαινεν, ἀπʼ εὐφαέος δὲ καρήνου
ἀργυρέης πήληκος ἐλάμπετο μάρμαρος αἴγλη
χιονέῃ σέλας ἶσον ἀκοντίζουσα Σελήνῃ.
καὶ θεὸς ἀστήρικτος ὅλους ἐφόβησε μαχητὰς
160 δυσμενέων, οὐ γυμνὸν ἔχων ξίφος, οὐ δόρυ πάλλων,
ἀλλὰ μέσος προμάχων πεφορημένος εἴκελος αὔραις
δεξιὸν ἐκ λαιοῖο κέρας κυκλώσατο χάρμης,
θύρσον ἀκοντίζων δολιχόσκιον, ἄνθεϊ γαίης,
ἔγχεϊ κισσήεντι διασχίζων νέφος Ἰνδῶν.
165 οὐδέ μιν ὑψικάρηνος τηλίκος ἤλασε Θουρεύς,
οὐ στρατός, οὐ πρόμος ἄλλος· ἐπʼ ἀλλήλοις δὲ χυθέντες
εἴκαθον ἔνθα καὶ ἔνθα διεσσυμένῳ Διονύσῳ.
κυανέην δʼ Οἴαγρος ἀνεστυφέλιξεν Ἐνυὼ
ἀμώων ἀκόρητος ἐπασσυτέρων στίχας ἀνδρῶν,
170 ἔγχεϊ Βιστονίῳ κορυθαιόλα λήια τέμνων.
ὡς δʼ ὅτε τις προχέων ποταμὸς δυσπέμφελον ἀλκὴν
ἄστατος ἐκ σκοπέλοιο χαραδρήεντι ῥεέθρῳ
ἔρχεται, εἰς πεδίον πεφορημένος, οὐδέ μιν αὐταὶ
ἕρκεσιν ἀρραγέεσσιν ἀναστέλλουσιν ἀλωαὶ
175 λαϊνέης μέσα νῶτα διαξύοντα γεφύρης·
πολλὴ μέν κεκύλιστο πίτυς, πολλὴ δὲ πεσοῦσα
ὑψιφανὴς προθέλυμνος ἐσύρετο χεύματι πεύκη·
ὣς γε δυσμενέων στρατὸν ἄμφεπεν, ἄλλον ἐπʼ ἄλλῳ
πεζὸν ἐπιστροφάδην ὀλέκων Σιθωνίδι λόγχῃ,
180 καί μιν ἐκυκλώσαντο, καὶ ἥν καλέουσι μαχηταὶ
μιμηλὴν σακέεσσιν ἐπυργώσαντο χελώνην·
ἴχνεσι μὲν στατὸν ἴχνος ἐρείδετο, κεκλιμένη δὲ
ἀσπὶς ἔην προθέλυμνος ἀμοιβαδὶς ἀσπίδι γείτων
στεινομένῃ, καὶ ἔνευε λόφῳ λόφος, ἀγχιφανὴς δὲ
185 ἀνδρὸς ἀνὴρ ἔψαυεν· ἐγειρομένης δὲ κονίης
ἱππείοις ὀνύχεσσιν ἐλευκαίνοντο μαχηταί.
ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον Ἅιδι πέμπων
Βιστονίης Οἴαγρος ἀπέθρισεν ἀστὸς ἀρούρης,
κτείνων ἄλλοθεν ἄλλον, ἑῆς ἀλόχοιο τελέσσας
190 ἔργα φατιζομένης ἐπιδευέα Καλλιοπείης;
τὸν μέν ὑπέρ μαζοῖο θοῷ δορί, τὸν δέ δαΐζων
ἄορι κωπήεντι κατʼ αὐχένος, αἰνομανῆ δὲ
δήιον ἄλλον ἔνυξε παρʼ ὀμφαλόν, ἐκ φονίης δὲ
ὠτειλῆς ἐὸν ἔγχος ἀνείρυσεν, ἑλκομένῳ δὲ
195 σπλάγχνα δαφοινήεντι συνέσπασε θερμὰ σιδήρῳ·
ἄλλου μαρναμένοιο κατέδραμε φάσγανον ἕλκων,
ἄορι δʼ εὐθήκτῳ παλάμην τάμεν, δὲ πεσοῦσα
αἱμοβαφὴς ἤσπαιρεν ἐπὶ χθονὸς ἁλλομένη χείρ·
καὶ παλάμη τέτμητο καὶ οὐ μεθέηκε βοείην
200 ἄκρα περισφίγγουσα κονιομένου τελαμῶνος
ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα θανόντος
συμπλεκέος ποθέεσκεν ἐθήμονα σώματος ἥβην.
ἄλλον ἀπηλοίησεν ἀφειδέι δουρὶ πατάξας,
θηγαλέῃ γλωχῖνι βραχίονος ἄκρα τορήσας,
205 ἄορι δʼ ἀσπίδα τύψεν, ἀρασσομένης δὲ σιδήρῳ
ἀρραγέος βόμβησε μεσόμφαλα νῶτα βοείης.
αὐτάρ λυσσήεντι μόθου δεδονημένος οἴστρῳ
ἐγχείην ἐλέλιζε μετήλυδα κυκλάδι τέχνῃ
πλευρῆς ἑκάτερθεν αὐχένος σχεδὸν ὤμου·
210 σείων δʼ ἔνθα καὶ ἔνθα παλινδίνητον ἀκωκὴν
στεινομένης μέσα νῶτα διέτμαγε δηιοτῆτος,
κραιπνός, ἀερσιλόφοιο καθήμενος ὑψόθεν ἵππου.
ὡς δʼ ὅτε ῥιγαλέου σκιερὴν μετὰ χείματος ὥρην
φαίνεται ἀσκεπέων νεφέων γυμνούμενος ἀήρ,
215 φέγγεος εἰαρινοῖο δεδεγμένος αἴθριον αἴγλην·
ὣς γε βακχεύων πυκινὰς στίχας ἄτρομος ἀνὴρ
Ἰνδῶν σχιζομένων μεσάτην γυμνώσατο χάρμην.
καὶ τότε τις προμάχοιο περὶ στόμα χαλκὸν ἐρείσας
δεξιτερὴν δασπλῆτι γενειάδα τύψε μαχαίρῃ·
220 καί τις ἐπʼ ἀντιβίοισιν ἐν ἠέρι βόμβον ἰάλλων
εἰς σκοπὸν ὑψικέλευθον ἐπέμπετο λᾶας ἀλήτης,
καὶ λίθος ἠερόφοιτος ἐπεσμαράγησε καρήνῳ,
καὶ λόφον εὐπήληκος ἀπεστυφέλιξεν ἐθείρης,
αὐχενίου δεσμοῖο παρʼ ἀνθερεῶνα λυθέντος·
225 τῆς δὲ κυλινδομένης κεφαλὴ γυμνοῦτο φορῆος.
οὐ μοῦνοι τότε φῶτες ἐπέβρεμον, ἀλλὰ καἰ αὐτοὶ
ἵπποι χαλκοχίτωνες ἐπεσμαράγησαν Ἐνυώ,
Ἄρεα σαλπίζοντες ἐνυαλίῳ χρεμετισμῷ.
κούρη δʼ ὑστερόφωνος ὀρεσσαύλων ἀπὸ λαιμῶν
230 πετραίοις στομάτεσσιν ἀμειβομένη κτύπον αὐτῶν
μιμηλὴ χρεμέτιζε μέλος πολεμήιον Ἠχώ.
καὶ πολὺς ἀρτιδάικτος ἑλίσσετο νεκρὸς ἀρούραις
θερμὸν ἀποπτύων ῥόον αἵματος· ὀλλυμένων δέ
οἱ μὲν ἐπὶ πλευρῇσιν ἐπῃώρηντο θανόντες,
235 ὃς δὲ τυπεὶς ἐλέλικτο χαρασσομένου κενεῶνος,
ἄλλος ὑπέρ δαπέδοιο χυτῇ κεκύλιστο κονίῃ,
ἄλλος ἐπεστήρικτο παρʼ ὀμφαλόν, ὃς δʼ ἐπὶ γαίῃ
ἀνέρος ἀσπαίροντος ἐπεσκίρτησε καρήνῳ,
ὃς δέ πεσὼν ἰάχησε τετυμμένος ἀνθερεῶνα,
240 καὶ πόδας ἀμφελέλιξεν ἔχων ὀρχηθμὸν ὀλέθρου·
πρηνὴς δʼ ἄλλος ἔκειτο, καὶ ὡς κοτέων ὀλετῆρι
εὐρυχανὴς ἔσφιγξε μεμηνότι γαῖαν ὀδόντι.
ἄλλου βαλλομένοιο τανυγλώχινι σιδήρῳ
λευκὸς ἀκοντιστῆρι χιτὼν ἐρυθαίνετο λύθρῳ·
245 ἄλλου μαρναμένοιο τιταινομένων ἀπὸ τόξων
αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
καί τις ἑὴν σάλπιγγα μάτην περὶ χεῖλος ἐρείσας
ἐχθρὸς ἀνὴρ κελάδησεν ἐγερσιμόθου μέλος ἠχοῦς,
ὀκναλέον φύξηλιν ἑὸν στρατὸν εἰς μόθον ἕλκων.
250 οἱ δὲ βοῆς ἀίοντες ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
θαρσαλέοι δʼ ἥψαντο παλιννόστοιο κυδοιμοῦ
αἰδόμενοι βασιλῆι φανήμεναι ἔκτοθι νίκης.
καὶ πολέες στεφανηδὸν ἀπόσσυτον εἰν ἑνὶ χώρῳ
Αἰακὸν εὐθώρηκες ἐκυκλώσαντο μαχηταί.
255 αὐτὰρ μέσσος ἔην βεβιημένος, οὐ τρυφαλείῃ,
οὐ πίσυνος σακέεσσι καὶ οὐ θώρηκι κυδοιμοῦ·
ἀλλά πατρῴοις πεπυκασμένον ἀντὶ σιδήρου
ἀρρήκτοις νεφέεσσιν ὅλον πύργωσεν Ἀθήνη,
οἶς πάρος ἀβρέκτοιο κατέσβεσεν αὐχμὸν ἀρούρης
260 διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ
Ζηνὸς ἐπομβρήσαντος, ἀμαλλοτόκοιο δὲ γαίης
αὔλακες εὐώδινες ἐνυμφεύθησαν ἀρότρῳ·
καὶ μέσος ἀντιβίων κυκλούμενος ἔνθεος ἀνὴρ
τοὺς μέν ἀπηλοίησε θοῷ δορί, τοὺς δὲ μαχαίρῃ,
265 τοὺς δὲ λίθοις κραναοῖσι· πέδον δʼ ἐρυθαίνετο λύθρῳ
Ἰνδῶν κτεινομένων, καὶ ἀκαμπέος ἀνέρος αἰχμῇ
κεῖτο πολυσπερέων νεκύων χύσις, ὦν μὲν αὐτῶν
ἡμιθανὴς ἤσπαιρεν, δὲ χθόνα ποσσὶν ἀράσσων
ὕπτιος αὐτοκύλιστος ὁμίλεε γείτονι πότμῳ·
270 καὶ δαπέδῳ στείνοντο, νέκυς δʼ ἐπερείδετο νεκρῷ
κεκλιμένῳ μετρηδόν, ἀπʼ ἀρτιτόμοιο δὲ λαιμοῦ
ψυχρὸν ἐρευθιόωντι δέμας θερμαίνετο λύθρῳ·
καὶ φόνος ἄσπετος ἦεν, ἐπασσυτέρων δὲ πεσόντων
γαῖα κελαινιόωσα κατάρρυτος αἵματος ὁλκῷ,
275 υἱέας οἰκτείρουσα, χαραδραίῃ φάτο φωνῇ·
υἱὲ Διὸς ζείδωρε μιαιφόνεκαὶ γὰρ ἀνάσσεις
ὄμβρου καρποτόκοιο καὶ αἱμαλέου νιφετοῖο,—
ὄμβρῳ μὲν γονόεσσαν ὅλην ἐδίηνας ἀλωὴν
Ἑλλάδος, Ἰνδῴην δὲ κατέκλυσας αὔλακα λύθρῳ,
280 πρὶν ἀμαλλοφόρος, θανατηφόρος· ἀγρονόμοις μὲν
σὸς νιφετὸς στάχυν εὗρε, σὺ δὲ στρατὸν ἔθρισας Ἰνδῶν
ἀνέρας ἀμώων ἅτε λήιον· ἀμφότερον δὲ
ἐκ Διὸς ὄμβρον ἄγεις, ἐξ Ἄεος αἵματι νίφεις.
τοῖα μὲν ἔννεπε Γαῖα φερέσβιος. ἀλλὰ Κρονίων
285 οὐρανόθεν κελάδησε, καὶ Αἰακὸν εἰς φόνον Ἰνδῶν
βρονταίοις πατάγοισι Διὸς προκαλίζετο σάλπιγξ.
καί τις ἐν ἀντιβίοισιν ἐς Αἰακὸν ὄμμα τανύσσας
πέμπε βέλος, καὶ βαιόν ὅσον χροὸς ἄκρον ἀμύξαι,
μηρὸν ἐπιγράψαντα παρέτραπεν ἰὸν Ἀθήνη.
290 μάρνατο δʼ εἰσέτι μᾶλλον ἀνώδυνος εἰς μέσον Ἰνδῶν
Αἰακὸς ἀστήρικτος, ἐπεὶ βέλος ἥπτετο μηροῦ,
λεπτὸς ὄνυξ ἅτε φωτός, ὅτε χροὸς ἄκρα χαράξῃ.
καί τις ἀνὴρ ἀκίχητος ἐχάζετο πεζὸς ὁδίτης
ἴχνεσιν ὠκυτέροισι, καὶ ἤθελε γείτονα λόχμην
295 δύμεναι, ἧχι πάροιθεν ἐκεύθετο· τὸν δὲ διώκων
εἰς δρόμον ἡνιόχευε ποδήνεμον ἵππον Ἐρεχθεύς·
ἀλλʼ ὅτε τόσσον ἔμαρψεν, ὅσον προμάχοιο βαλόντος
ἔγχεος ἱπταμένοιο τιταίνεται ὄρθιος ὁρμή,
δὴ τότε οἱ μετὰ νῶτα βαλὼν ἀντώπιος ἔστη
300 πεζὸς ἀνήρ, ἱππῆα δεδεγμένος· αὐτὰρ κάμψας
ὀκλαδὸν ἐστήριξεν ἀριστερὸν ἴχνος ἀρούρῃ
λοξὸς ἐπὶ πλευρῇσιν, ὀπισθοτόνοιο δὲ ταρσοῦ
ἴχνιον ἠέρταζε μετάρσιον, ὀρθὰ τιταίνων
δεξιτεροῦ ποδὸς ἄκρα πεπηγότα δάκτυλα γαίῃ,
305 Ἰνδικὸν ἑπταβόειον ἔχων σάκος, εἰκόνα πύργου,
γυμνὸν ἔχων ξίφος ὀξύ· προϊσχόμενος δὲ προσώπου
ἀσπίδα χαλκεόνωτον ἐπέδραμεν Ἰνδὸς ἀγήνωρ,
θανέειν φῶτα βαλεῖν πῶλον ἐλάσσαι
ἄορι τολμήεντι· καὶ ὀμφαλόεντι σιδήρῳ
310 δόχμιος ἀντικέλευθον ἀνακρούσας γένυν ἵππου
πεζὸς ἐὼν ἐτίναξεν ὑπέρτερον ἡνιοχῆα·
καὶ νύ εἰς χθόνα ῥῖψεν ἀμήτορος ἀστὀν Ἀθήνης,
ἀλλά μιν ἔγχεϊ νύξε παρʼ ὀμφαλὸν ἄκρον Ἐρεχθεὺς
καὶ φονίῳ μέσον ἄνδρα πεπαρμένον ὀξέι χαλκῷ
315 εἰς πέδον ἠκόντιζεν· δὲ στροφάδεσσιν ἐρωαῖς
ἠερόθεν προκάρηνος ἐπωλίσθησε κονίῃ
κρᾶτα κυβιστητῆρα φέρων βητάρμονι παλμῷ.
τὸν δὲ λιπὼν σπαίροντα, μετατρέψας δρόμον ἵππου,
ἄλλοις δυσμενέεσσιν ἐπέχραεν ἀστὸς Ἀθήνης.
320 κυκλώσας ἑὰ τόξα, καὶ ἁπλώσας ἐπὶ νευρὴν
ὄρθιον ἀκροτάτου τετανυσμένον ἄχρι σιδήρου
εἰς σκοπὸν εἷλκε βέλεμνον· ἀριστοτόκῳ δʼ ἐπὶ νύμφῃ
νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Καλλιοπείῃ.
ἐννέα μὲν προέηκε τανυγλώχινας ὀιστούς,
325 ἐννέα δʼ ἄνδρας ἔπεφνεν· ἔην δέ τις ἶσος ἀριθμὸς
πεμπομένοις βελέεσσι καὶ ὀλλυμένοισι μαχηταῖς·
ὧν μὲν ἄκρα μέτωπα διέσχισεν ἰὸς ἀλήτης,
ὃς δὲ δασυστέρνοιο κατέγραψεν ἄντυγα μαζοῦ,
ἄλλος ὑπὲρ λαγόνων, ἕτερος δʼ ἐπὶ νηδύι πίπτων
330 μεσσατίῃ πεφόρητο χαρασσομένου κενεῶνος,
ὃς δὲ διὰ πλευροῖο διέδραμεν, ὅς δὲ φυγόντος
ὀρθὸς ἀελλήεντι ποδῶν ἐνεπήγνυτο ταρσῷ
καὶ χθονίῳ σφήκωσεν ὁμοζεύκτῳ πόδα δεσμῷ.
ἠνεμόεν δὲ βέλεμνον ἀνείρυσεν· ἐκ δὲ φαρέτρης
335 ἄλλου πεμπομένοιο κατέδραμεν ἄλλος ἐπʼ ἄλλῳ
ἠερίῃ στροφάλιγγι κατάσσυτος ὄμβρος ὀιστῶν.
ὡς δʼ ὅτε χαλκείῳ τις ἐπʼ ἄκμονι χαλκὸν ἐλαύνων
ἀκαμάτῳ ῥαιστῆρι πυρίβρομον ἦχον ἰάλλει,
τύπτων γείτονα μύδρον, ἀποθρῴσκουσι δὲ πολλοὶ
340 ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,
ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
ὅς μὲν ἔην προκέλευθος, δὲ σχεδόν, ἅλλος ὀρούσας
ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·
ὣς γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν
345 μαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων,
κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.
μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν
χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,
ἀμφιφαής ὅτε βαιὸν ἀποστίλβουσα κεραίης
350 ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης
κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,
δίζυγι κεκριμένῳ μαλακῷ πυρί· μεσσατίης δὲ
γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.
οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ
355 Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ
κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων
εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.
συμφερτοὶ δʼ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ
τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,
360 οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
κυανέης ἤμησε σιδήρεα λήια χάρμης
κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπʼ ὄχθαις,
τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·
καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ
365 αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.
καί τις ἀνήρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν
κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,
καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ
σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ
370 οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου
νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,
καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.
πολλοὶ δʼ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν
ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὅς μὲν ἐπʼ ὄχθαις,
375 ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὅς δʼ ἐπὶ γαίῃ
ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·
ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ
Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·
αἰχμητὴν δʼ ἀσίδηρον ἔτι ψαύοντα λιτάων
380 οὐχ ἕνα μοῦνον ἔπεφνε Λυκάονα, δυσμενέας δὲ
χερσὶν ἀθωρήκτοισι κυλινδομένους ἐπὶ γαίῃ
νηρίθμους κεράιζε, ῥόον ποταμοῖο μιαίνων·
καὶ πολὺν Ἀστεροπαῖον ἐδέξατο νεκρὸν Ὑδάσπης.
Οὐδʼ ἀθεεὶ πολέμιζε καὶ Αἰακός· ἀντιβίους γάρ,
385 ὡς γενέτης Πηλῆος, ἔσω ποταμοῖο δαΐζων
ἰκμαλέον μόθον εἶχε καὶ ὑδατόεσσαν Ἐνυώ,
οἷα προθεσπίζων ποταμοῦ περὶ χεῦμα Καμάνδρου
φύλοπιν ἡμιτέλεστον ἐπεσσομένην Ἀχιλῆι·
καὶ μόθον υἱωνοῖο μόθος μαντεύσατο πάππου.
390 καί τις ἐνὶ προχοῇσιν ἀσάμβαλος ἴαχε Νύμφη
νηιὰς ἀκρήδεμνος ὑπερκύψασα ῥοάων·
Νηιάδων ὁμόφυλε, Διιπετὲς αἷμα κομίζων,
ἁγνὸν ὕδωρ ἐλέαιρε Διιπετέος ποταμοῖο.
ἄρκιον Ἰνδὸν ὄλεσσε τεὸν δόρυ· παύεο Νύμφαις
395 δάκρυα Νηιάδεσσιν ἀδακρύτοισιν ἐγείρων·
νηιὰς ὑδατόεσσα καὶ ὑμετέρη πέλε μήτηρ·
κούρην γὰρ ποταμοῖο τεὴν Αἴγιναν ἀκούω.
μνώεο, τίς σε λόχευσε, καὶ οὐκέτι χεῦμα μιαίνεις.
ἵξομαι εἰς ῥόον ἄλλον ἀκήρατον, εἰς ἄλα βαίνω.
400 καί με θαλασσαίη δέχεται Θέτις· ἀλλὰ μελέσθω
αἱματόεις ῥόος οὗτος Ἐρινύι καὶ Διονύσῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up