λῦτο δʼ ἀγών, ὅτε χεῖμα παρήλυθεν· ἄκρα δὲ φαίνων
ἀννεφέλῳ τελαμῶνι φαεσφόρα νῶτα μαχαίρης
Ὠρίων ἀνέτελλε, καὶ οὐκέτι κυκλάδι λίμνῃ
λούετο παχνήεντα δεδυκότος ἴχνια Ταύρου·
5
οὐκέτι δʼ ὀμβροτόκοιο παρὰ κλίμα διψάδος Ἄρκτου
ἴχνεσιν ἀβρέκτοισιν ὁδεύετο μάρμαρον ὕδωρ·
οὐκέτι Μασσαγέτης μετανάστιον οἶκον ἱμάσσων,
δουρατέῳ τροχόεντι διαστείβων ῥόον ὁλκῷ,
ὑδρηλὰς ἐχάρασσε πεπηγότος αὔλακας Ἴστρου·
10
ἤδη γὰρ Ζεφύροιο προάγγελος ἔγκυος Ὥρη
σχιζομένων καλύκων δροσεροὺς ἐμέθυσσεν ἀήτας,
καὶ λιγυρὴ μερόπεσσι συνέστιος εἴαρι κῆρυξ
ὄρθριον ὕπνον ἄμερσε λάλος τρύζουσα χελιδὼν
ἀρτιφανής, καὶ γυμνὸν ἀπʼ εὐόδμοιο καλύπτρης
15
εἰαριναῖς ἐγέλασσε λελουμένον ἄνθος ἐέρσαις
ζωογόνοις. Κιλίκων δὲ παρὰ κροκόεντας ἐναύλους
ὑψιλόφου Ταύροιο λιπὼν πρηῶνα κεράστην
πρώιος ἤιε Κάδμος, ὅτε ζόφον ἔσχισεν Ἠώς.
καὶ πλόος ὥριος ἦεν· ἐπειγομένοιο δὲ Κάδμου
20
ἐκ χθονὸς ὠχλίζοντο χαλινωτήρια νηῶν·
ἱστὸς δʼ ὑψικάρηνος ὑπέρτερον ἠέρα τύπτων
ὄρθιος ἐστήρικτο καὶ ἠρέμα πόντον ἱμάσσων
ἄσθμασιν ἠῴοις ἐπεβόμβεε κοῦφος ἀήτης,
πομπὸν ἔχων κελάδημα, καὶ ἀλλοπρόσαλλα θυέλλαις
25
οἴδματα κυρτώσας διερῆς ἀνέκοψε χορείης
σιγαλέης δελφῖνα κυβιστητῆρα γαλήνης.
συμπλεκέες δὲ κάλωες ἐσύρισαν ὀξέι ῥοίζῳ,
σπερχομένῳ δʼ ἀνέμῳ πρότονοι μύκον, ἰθυπόρου δὲ
λαῖφος ἐκολπώθη βεβιημένον ἔγκυον αὔρης·
30
σχίζετο δʼ ἄστατον οἶδμα παλιμπετές, ἄφρεε δʼ ὕδωρ
οἰδαλέον, καὶ νηὸς ἐπειγομένης διὰ πόντου
κύματι βομβήεντι περὶ τρόπιν ἤπυεν ἠχώ·
πηδαλίου δὲ κόρυμβα διχαζομένης ἁλὸς ὁλκῷ
κυρτὰ φαληριόωντα κατέγραφε νῶτα θαλάσσης.
35
καὶ δεκάτης μετὰ νύσσαν ἀχείμονα κυκλάδος Ἠοῦς
Κάδμος ἀκυμάντοισι Διὸς πεφορημένος αὔραις,
Τρώιον ὑγρονόμοιο διασχίζων πόρον Ἕλλης,
ἅρπαγος ἐξ ἀνέμοιο μεμυκότι σύρετο πορθμῷ
εἰς Σάμον ἀντικέλευθον ἐγερσιμόθοιο Καμάνδρου,
40
γείτονα Σιθονίης, ὅθι παρθένος εἰσέτι Κάδμῳ
Ἁρμονίη πεφύλακτο· καὶ ὁλκάδα θέσπιδι Ῥείῃ
Θρηικίην πόμπευον ἐς ᾐόνα μάντιες αὖραι.
καὶ Σαμίης ὁρόωντες ἀκοιμήτου φλόγα πεύκης
ἀγχίγυοι στείλαντο γεγηθότες ἱστία ναῦται·
45
νῆα δὲ πορθμεύσαντες ἀκυμάντου σχεδὸν ὅρμου
νήνεμον ἀκροτάτοισιν ὕδωρ ἐχάρασσον ἐρετμοῖς,
καὶ λιμένος προσέκελσαν ὑπὸ σκέπας· ἀκλινέων δὲ
τρητὸς ὄνυξ πετραῖος ἐδέξατο πείσματα νηῶν,
καὶ διερῆς ψαμάθοιο βαθυνομένου διὰ κόλπου
50
ὁλκάδος ἀγκυλόδοντες ἐπεσφήκωντο χαλινοὶ
δυομένου Φαέθοντος· ἐπʼ αἰγιαλοῖο δὲ ναῦται
ἀστορέας ψαμάθοισιν ἐπεστορέσαντο χαμεύνας
ἑσπερίην μετὰ δαῖτα· βαρυνομένοισι δὲ φωτῶν
ὄμμασιν ἄψοφον ἴχνος ἐπήγαγεν Ὕπνος ἀλήτης.
55
ἀλλʼ ὅτε πορφυρέοιο παρὰ πτερὸν αἴθοπος Εὔρου
ἄκρα χαρασσομένην ὑπὸ ῥωγάδα Τευκρίδος Ἴδης
ὄρθρον ἀποπτύουσα φάνη λιμενοσκόπος Ἠώς,
ἀντιπόρου μέλαν οἶδμα καταυγάζουσα θαλάσσης,
Ἁρμονίην τότε Κύπρις ἵνα ζεύξειεν ἀκοίτῃ,
60
ἄπλοα σιγαλέης ἐτανύσσετο νῶτα γαλήνης.
ἤδη δʼ ἔκλαγεν ὄρνις ἑώιος ἠέρα τέμνων,
καὶ στίχες εὐπήληκες ἐρημονόμων Κορυβάντων
Κνώσσιον ἐκρούσαντο σακεσπάλον ἅλμα χορείης
ἴχνεσι μετρητοῖσιν· ἐρισμαράγου δὲ βοείης
65
τυπτομένης ἑλικηδὸν ἁμιλλητῆρι σιδήρῳ
δίκτυπος αὐλὸς ἔμελπε, καὶ ὀρχηστῆρας ἐπείγων
σύνθροον ἐσμαράγησε μέλος βητάρμονι παλμῷ.
καὶ δρύες ἐψιθύριζον, ἐμυκήσαντο δὲ πέτραι,
καὶ νοερῷ σείοντο τινάγματι θυιάδες ὗλαι,
70
καὶ Δρυάδες κελάδησαν· ἐπεσσεύοντο δὲ πυκναὶ
εἰς χορὸν ἀντιπόρῳ σκιρτήματι κυκλάδες ἄρκτοι,
βρυχηθμῷ δὲ λέοντες ὁμοζήλων ἀπὸ λαιμῶν
μυστιπόλων ἀλαλαγμὸν ἐμιμήσαντο Καβείρων
ἔμφρονα λύσσαν ἔχοντα· φιλοσκύλακος δὲ θεαίνης
75
μελπομένης Ἑκάτης θιασώδεες ἔβρεμον αὐλοὶ
ἄζυγες, οὓς Κρονίη κεραοξόος εὕρατο τέχνη.
καὶ πατάγῳ κελάδοντι φιλοσμαράγων Κορυβάντων
πρώιος ἔγρετο Κάδμος, ὁμοπλεκέες δὲ καὶ αὐτοὶ
ὀρθρινῆς ἀίοντες ἀσιγήτοιο βοείης
80
Σιδόνιοι πλωτῆρες ἐυκροκάλων ἀπὸ λέκτρων
ἀκταίης μεθέηκαν ἁλίκτυπα νῶτα χαμεύνης.
καὶ πόλιν ἰχνεύων ἐπλάζετο Κάδμος ὁδίτης
νῆα λιπὼν ἑτάροισιν ἀπόσσυτος· ἐρχομένῳ δὲ
εἰς δόμον Ἁρμονίης θαλαμηπόλος ἤντετο Πειθὼ
85
θνητῆς εἶδος ἔχουσα, καὶ ἀχθοφόρου διὰ κόλπου,
οἷα γυνὴ ταλαεργός, ἀφυσσαμένη πόμα πηγῆς
ἀργυρέην εὔκυκλον ἐκούφισε κάλπιν ἀγοστῷ,
ἄγγελος ἐσσομένων, ὅτι νυμφίον ἠθάδι θεσμῷ
ζωογόνοις πρὸ γάμοιο καθικμαίνουσι λοετροῖς.
90
καὶ σχεδὸν ἄστεος ἦεν, ὅθι γλαφυροῖς ἐνὶ βόθροις
συμπλεκέων ῥυπόωσαν ἐπασσυτέρων στίχα πέπλων
ποσσὶ πολυσκάρθμοισιν ἐπιστείβουσι γυναῖκες,
ποσσὶν ὁμοζήλοισι. καὶ ἀκροτάτων ἀπὸ ταρσῶν
κυανέῃ νεφέλῃ κεκαλυμμένον ἄχρι καρήνου
95
Κάδμον ἀσημάντοιο διʼ ἄστεος ἤγαγε Πειθὼ
ξεινοδόκου βασιλῆος ἐρευνητῆρα μελάθρου,
πομπὸς ὁδοῦ Παφίης ὑπὸ νεύμασιν· ἔνθά τις ὄρνις,
ἑζομένη γλαυκωπὸν ὑπὸ σκέπας ἁβρὸν ἐλαίης,
ὀμφαίη στόμα λάβρον ἀναπτύξασα κορώνη
100
ἠιθέῳ νεμέσιζεν, ἐς Ἁρμονίην ὅτι νύμφην
ἤιε φειδομένῳ γαμίῳ ποδὶ νωθρὸς ὁδίτης,
καὶ πτερὰ σεισαμένη φιλοκέρτομον ἴαχε φωνήν·
Νήπιος ἔπλετο Κάδμος, ἢ ἔπλετο νῆις Ἐρώτων·
νυμφίον οὐ βραδὺν οἶδεν Ἔρως ταχύς· ἵλαθι, Πειθώ,
105
δηθύνει σέο Κάδμος ἐπειγομένης Ἀφροδίτης.
θερμὸς Ἔρως καλέει σε· τί, νυμφίε, νωθρὸς ὁδεύεις;
ἡδύς, ὃς ἱμερόεντος Ἀδώνιδος ἔπλεο γείτων,
ἡδὺς ὁ Βυβλιάδεσσιν ὁμώλακα πατρίδα ναίων.
ἤλιτον, οὐ ῥόον εἶδες Ἀδώνιδος, οὐ χθόνα Βύβλου
110
ἔδρακες, ἧχι πέλει Χαρίτων δόμος, ἧχι χορεύει
Ἀσσυρίη Κυθέρεια καὶ οὐ φυγόδεμνος Ἀθήνη.
τερπομένην δὲ γάμοισι τιθηνήτειραν Ἐρώτων
πειθὼ πομπὸν ἔχεις, οὐκ Ἄρτεμιν· ἴσχεο μόχθων,
Ἁρμονίης ἀπόναιο καὶ Εὐρώπην λίπε ταύρῳ·
115
σπεῦδε, καὶ Ἠλέκτρη σε δεδέξεται, ἧς ἀπὸ χειρῶν
ναὶ δὴ καὶ γαμίων ἐμβάλλεο φόρτον Ἐρώτων
ἐμπορίην φιλότητος ἐπιτρέψας Ἀφροδίτῃ,
Κυπριδίην δὲ θύγατρα φυλασσομένην σέο παστῷ
ἄλλην δέχνυσο Κύπριν· ἐπαινήσεις δὲ κορώνην,
120
καὶ γαμίην καλέσεις με θεοπρόπον ὄρνιν Ἐρώτων.
ἤλιτον· ἀλλά με Κύπρις ἐπέπνεεν· ἐκ Παφίης γὰρ
θεσπίζω σέο λέκτρα, καὶ εἰ πέλον ὄρνις Ἀθήνης.
ὣς φαμένη σφρήγισσε λάλον στόμα μάρτυρι σιγῇ.
ἀλλʼ ὅτε οἱ στείχοντι λεωφόρα κύκλα κελεύθου
125
τηλεφανὴς βασιλῆος ἐφαίνετο πανδόκος αὐλὴ
κίοσιν ὑψωθεῖσα, τανυσσαμένη τότε Κάδμῳ
δάκτυλον ἀντιτύποιο νοήμονα μάρτυρα φωνῆς
σιγαλέῳ κήρυκι δόμον σημήνατο Πειθὼ
ποικίλον ἀστράπτοντα· καὶ αἰθέρα δύσατο δαίμων
130
ἀλλοφανὴς πτερόεντι διαιθύσσουσα πεδίλῳ.
καὶ δόμον ἐσκοπίαζεν ἀλήμονι Κάδμος ὀπωπῇ
Ἡφαίστου σοφὸν ἔργον, ὃν Ἠλέκτρῃ ποτὲ νύμφῃ
ἐργοπόνος Λήμνοιο Μυριναίῃ κάμε τέχνῃ,
δαίδαλα πολλὰ φέροντα. νεοσταθέος δὲ μελάθρου
135
χάλκεος οὐδὸς ἔην εὐήλατος· ἀμφίθυροι δὲ
σταθμοὶ ἐμηκύνοντο πολυγλυφέων πυλεώνων,
καὶ λόφος ὀμφαλόεντι διεσφαίρωτο καρήνῳ
μεσσοφανὴς ὀρόφοιο· λιθοστρώτοιο δὲ τοίχου
νῶτα κατεστήρικτο πεπηγότα λευκάδι γύψῳ
140
εἰς μυχὸν ἐξ οὐδοῖο. πέλας δέ τις ὄρχατος αὐλῆς
ἀμφιλαφὴς δροσόεντι φυτῶν ἐβαρύνετο καρπῷ
τετράγυος πρὸ δόμοιο· καὶ ἄρσενα φύλλα πετάσσας
θηλυτέρῳ φοίνικι πόθον πιστώσατο φοῖνιξ·
ὄγχνη τʼ ἀγλαόκαρπος ὁμήλικι σύμφυτος ὄγχνῃ
145
ὄρθριον ἐψιθύριζεν, ἑλισσομένη δὲ κορύμβοις
γείτονα πιαλέης ἐπεμάστιε θάμνον ἐλαίης·
εἰαρινοῖς ἀνέμοισιν ἀναινομένῃ παρὰ δάφνῃ
σείετο μύρσινα φύλλα, καὶ εὐπετάλου κυπαρίσσου
ὄρθριον ἐρρίπιζε κόμην εὔοδμος ἀήτης·
150
συκῆς θʼ ἡδυτόκοιο καὶ ἰκμαλέης ἀπὸ ῥοιῆς
καρπὸς ἐρευθιόων ἐπεθήλεεν οἴνοπι καρπῷ
ἀγχιφύτῳ, καὶ μῆλον ἐπήνθεε γείτονι μήλῳ·
πολλὰ δὲ Φοιβείοισι σοφοῖς ποικίλλετο φύλλοις
γράμματα δενδρήεντα φιλοκλαύτων ὑακίνθων·
155
καὶ Ζεφύρου πνείοντος ἀεξιφύτου διὰ κήπου
ἄστατον ὄμμα τίταινε πόθων ἀκόρητος Ἀπόλλων,
καί, φυτὸν ἡβητῆρος ἰδὼν δεδονημένον αὔραις,
δίσκου μνῆστιν ἔχων ἐλελίζετο, μή ποτε κούρῳ
ζηλήμων φθονέσειε καὶ ἐν πετάλοισιν ἀήτης,
160
εἰ ἐτεόν ποτε κεῖνον ἐπισπαίροντα κονίῃ
ὄμμασιν ἀκλαύτοισιν ἰδὼν δάκρυσεν Ἀπόλλων,
καὶ τύπος ἀνθεμόεις μορφώσατο δάκρυα Φοίβου
αἴλινον αὐτοκέλευστον ἐπιγράψας ὑακίνθῳ.
ὄρχατος ἔπλετο τοῖος ἐύσκιος· ἄγχι δὲ πηγὴ
165
δίστομος, ἔνθεν ἔην ναέταις ποτόν, ἔνθεν ἀλωεὺς
ἐξ ἀμάρης ὀχέτευε πολυσχιδὲς ἀγκύλον ὕδωρ
εἰς φυτὸν ἄλλο μετʼ ἄλλο· ῥόος δέ τις ὡς ἀπὸ Φοίβου
ἁβρὰ μελιζομένης ἐπεβόμβεε πυθμένι δάφνης.
καὶ πολὺς εὐποίητος ἐρεισάμενος πόδα πέτρῳ
170
χρύσεος ἵστατο κοῦρος, ἐναντία δαιτυμονήων
λαμπάδος ἑσπερίης τανύων ἐπιδόρπιον αἴγλην·
πολλαὶ δʼ ἰσοτύπων μελέων τεχνήμονι σιγῇ
χάσμασι ποιητοῖσι σεσηρότος ἀνθερεῶνος
ψευδαλέων σκυλάκων στίχες ἔμφρονες ἄγχι θυράων
175
ἕστασαν ἔνθα καὶ ἔνθα, καὶ ἀργυρέῳ κυνὶ γείτων
χρύσεος οἰδαίνοντι κύων συνυλάκτεε λαιμῷ
σαίνων ἠθάδα φῶτα· παραστείχοντι δὲ Κάδμῳ
μιμηλῆς ἀπέπεμπε βοῆς ξεινοσσόον Ἠχώ,
ποιητῆς δʼ ἐλέλιζε φιλοστόργου τύπον οὐρῆς.
180
ὄφρα μὲν εἰσέτι Κάδμος ἐυστρέπτοιο προσώπου
ὄμματα δινεύων διεμέτρεε κῆπον ἀνάκτων
καὶ γλυφίδας καὶ κάλλος ὅλον γραπτοῖο μελάθρου,
λαϊνέων ὁρόων ἀμαρύγματα φαιδρὰ μετάλλων,
τόφρα δὲ καλλείψας ἀγορὴν καὶ νείκεα λαῶν,
185
φαιδρὸς ἀερσιλόφοιο περὶ ῥάχιν ἥμενος ἵππου,
Ἠμαθίων Θρήισσαν ἔχων Σάμον, Ἄρεος ἕδρην,
μητέρος Ἠλέκτρης Βασιλήιον εἰς δόμον ἔστη,
ὃς τότε μοῦνος ἄνασσε κασιγνήτοιο νομεύων
ἡνία κοιρανίης, ὅτι πάτριον οὖδας ἐάσας
190
Δάρδανος ἀντικέλευθον ἐνάσσατο πέζαν ἀρούρης,
Δαρδανίην εὔπυργον ἐπώνυμον ἄστυ χαράξας,
Ἰδαίην ἀροτῆρι διαγράψας κόνιν ὁλκῷ·
καὶ ῥόον Ἑπταπόροιο πιὼν καὶ χεύματα Ῥήσου
γνωτῷ κλῆρον ἔλειπεν ἔχειν καὶ σκῆπτρα Καβείρων.
195
Δάρδανος, Ἠμαθίωνος ἀδελφεός, ὃν Διὸς εὐναὶ
ἤροσαν, ὃν κομέεσκε Δίκη τροφός, εὖτε λαβοῦσαι
σκῆπτρα Διὸς καὶ πέπλα Χρόνου καὶ ῥάβδον Ὀλύμπου
εἰς δόμον Ἠλέκτρης βασιληίδος ἔδραμον Ὧραι
κοιρανίης ἀλύτοιο προμάντιες Αὐσονιήων·
200
καὶ βρέφος ἐθρέψαντο, καὶ ἀτρέπτῳ Διὸς ὀμφῇ
κοῦρος ἀνασταχύων παλιναυξέος ἄνθεμον ἥβης
Ἠλέκτρης λίπεν οἶκον, ὅτε τριτάτου χύσις ὄμβρου
κύμασι πυργωθεῖσα κατέκλυσεν ἕδρανα κόσμου.
πρώτου γὰρ κελάδοντος ἐπειρήθη νιφετοῖο
205
Ὤγυγος ἠλιβάτοιο διʼ ὕδατος αἰθέρα τέμνων,
χθὼν ὅτε κεύθετο πᾶσα κατάρρυτος, ἄκρα δὲ πέτρης
Θεσσαλίδος κεκάλυπτο, καὶ ὑψόθι Πυθιὰς ἄκρη
ἀγχινεφὴς νιφόεντι ῥόῳ κυμαίνετο πέτρη.
δεύτερος ὄμβρος ἔην, ὅτε κυκλάδος ἄντυγα γαίης
210
χεύματι λυσσήεντι κατέκρυφε δύσνιφον ὕδωρ,
Δευκαλίων ὅτε μοῦνος ὁμόστολος ἥλικι Πύρρῃ
ὀλλυμένων μερόπων ἐνὶ λάρνακι κοιλάδι τέμνων
χεῦμα παλινδίνητον ἀτεκμάρτου νιφετοῖο
ἠέρος ὑδατόεντος ἕλιξ πορθμεύετο ναύτης.
215
καὶ τρίτατος Διὸς ὄμβρος ὅτε χθονὸς ἔκλυσεν ἕδρην
καὶ σκοπέλους ἔκρυψεν, Ἀθωιάδος δὲ καὶ αὐτῆς
ἄβροχα Σιθονίης ἐκαλύπτετο νῶτα κολώνης,
ὑψιπόρου τότε χεῦμα διασχίζων νιφετοῖο
Δάρδανος ἀρχαίης ἐπεβήσατο γείτονος Ἴδης.
220
τοῦ τότε Σιθονίης χιονώδεος ἀρχὸς ἀρούρης
σύγγονος Ἠμαθίων ἀγορὴν βαρύδουπον ἐάσας
θάμβεεν ἀνέρος εἶδος, ἐπεί νύ οἱ ἔμφυτος ἥβη
ἠνορέην καὶ κάλλος ἐμίγνυε σύζυγι μορφῇ,
θάμβεε τηλίκον εἶδος· ἀριφραδέων γὰρ ἀνάκτων
225
αὐτόματοι κήρυκες ἀναυδέες εἰσὶν ὀπωπαί.
καί μιν ἑλὼν ξείνισσε, σὺν Ἠλέκτρῃ δὲ καμούσῃ
αἰόλα πιαλέης ἐπεκόσμεε δεῖπνα τραπέζης,
ξεῖνον ὑποσσαίνων φιλίῳ καὶ ἀμεμφέι μύθῳ,
πολλὰ τιθείς. ὁ δὲ κυφὸν ἐπʼ οὔδεος αὐχένα κάμψας
230
ἀμφιπόλων ἀπάνευθεν ἀθελγέας εἷλκεν ὀπωπάς,
καὶ μόλις εἰλαπίναζε· φιλοξείνοιο δὲ νύμφης
ἑζομένης ἀντωπὸς ὑποκλέπτοντι προσώπῳ
αἰδομένην ἐτίταινε σαόφρονα χεῖρα τραπέζῃ.
τοῖσι δὲ δαινυμένοισιν ἐπήτριμος ἄλλος ἐπʼ ἄλλῳ
235
ἔμπνοος ἐσμαράγησε δόναξ Κορυβαντίδος Ἴδης·
ἐκ δὲ πολυτρήτοιο πόρου σκιρτήματι χειρῶν
σύνθροον ἐκρούσαντο μέλος μυκήτορος αὐλοῦ
δάκτυλοι ὀρχηστῆρες ἐπιθλίβοντες ἀοιδήν·
καὶ τροχαλοῖς κροτέοντα τινάγμασι σύνθροον ἠχὼ
240
κύμβαλα βομβήεντα συνέκτυπε δίζυγι χαλκῷ
συμφερτοῖς δονάκεσσιν· ὑπὸ πλήκτρῳ δὲ καὶ αὐτὴ
ὄρθιος ἑπτατόνοιο λύρης ἐλελίζετο χορδή.
ἀλλʼ ὅτε δὴ μετά δαῖτα κορέσσατο Βίστονος αὐλοῦ,
εἰρομένῃ πελάσας φιλοπευθέι θῶκον ἀνάσσῃ
245
Κάδμος ἁλιπλάγκτοιο μεληδόνος οἶστρον ἐάσας,
φαιδρὸν ἑὸν γένος εἶπε, καὶ ἀενάων στίχα μύθων
οἰγομένου κρουνηδὸν ἀνήρυγεν ἀνθερεῶνος·
Νύμφα φίλη, τί με τόσσον ἀνείρεαι αἷμα γενέθλης;
ὠκυμόρων μερόπων γενεὴν φύλλοισιν ἐίσκω·
250
φύλλα τὰ μὲν κατέχευαν ἐπὶ χθονὶ θυιάδες αὖραι
ὥρης ἱσταμένης φθινοπωρίδος, ἄλλα δὲ καιρῷ
εἰαρινῷ κομέουσι τεθηλότα δενδράδες ὗλαι·
ὣς βροτέη γενεὴ μινυώριος ἡ μὲν ὀλέθρῳ
δάμναται ἱππεύσασα βίου δρόμον, ἡ δʼ ἔτι θάλλει,
255
ἄλλῃ ὅπως εἴξειεν· ἐπεὶ παλινάγρετος ἕρπων
εἰς νέον ἐκ πολιοῖο ῥέει μορφούμενος αἰών.
ἀλλʼ ἐρέω περίπυστον ἐμὴν εὔπαιδα γενέθλην·
ἔστι πόλις, κλυτὸν Ἄργος, ἐδέθλιον ἵππιον Ἥρης,
νήσου Τανταλίδαο μεσόμφαλος· ἔνθα δὲ κούρην
260
θηλυτόκοις ἔσπειρε γοναῖς εὐπάρθενον ἀνὴρ
Ἴναχος, Ἰναχίης ὀνομάκλυτος ἀστὸς ἀρούρης,
νηοπόλος, καὶ φρικτὰ πολισσούχοιο θεαίνης
ὄργια βυσσοδόμευε θεηγόρα μύστιδι τέχνῃ
πρεσβυγενής· καὶ Ζῆνα, θεῶν πρόμον, ὄρχαμον ἄστρων,
265
γαμβρὸν ἔχειν ἀπέειπε, σέβας πεφυλαγμένος Ἥρης,
ταυροφυὴς ὅτε πόρτις ἀμειβομένοιο προσώπου
εἰς ἀγέλην ἄγραυλον ἐλαύνετο σύννομος Ἰώ,
καὶ δαμάλης ἄγρυπνον ἐθήκατο βουκόλον Ἥρη
ποικίλον, ἀπλανέεσσι κεκασμένον Ἄργον ὀπωπαῖς,
270
Ζηνὸς ὀπιπευτῆρα βοοκραίρων ὑμεναίων,
Ζηνὸς ἀθηήτοιο, καὶ εἰς νομὸν ἤιε κούρη
ὀφθαλμοὺς τρομέουσα πολυγλήνοιο νομῆος·
γυιοβόρῳ δὲ μύωπι χαρασσομένη δέμας Ἰὼ
Ἰονίης ἁλὸς οἶδμα κατέγραφε φοιτάδι χηλῇ·
275
ἦλθε καὶ εἰς Αἴγυπτον, ἐμὸν ῥόου,—ὃν πολιῆται
Νεῖλον ἐφημίξαντο φερώνυμον, οὕνεκα γαίῃ
εἰς ἔτος ἐξ ἔτεος πεφορημένος ὑγρὸς ἀκοίτης
χεύματι πηλώεντι νέην περιβάλλεται ἰλύν,—
ἤλυθεν εἰς Αἴγυπτον, ὅπῃ βοέην μετὰ μορφὴν
280
δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
ἔνθʼ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
285
Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
ἐξ Ἐπάφου Λιβύη· Λιβύης δʼ ἐπὶ παστὸν ὁδεύων
Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
290
δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
μαντιπόλοι· πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
295
Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,
300
καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης
αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ
ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ
θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
305
αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων,
καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
ἄρσενα γυμνὸν Ἄρηα κατεύνασε θῆλυς Ἐνυώ·
οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔρυον,
ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
310
ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ,
καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·
ἔπλετο δʼ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
εἰ ἐτεὸν ταῦρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
315
εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.
καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.
320
τοῖα μὲν εὐσύριγγος ἔσω μυθεῖτο μελάθρου
Κάδμος ἐυγλώσσοιο χέων ἔπος ἀνθερεῶνος,
πατρῴης ἐνέπων τεκνοσσόον οἶστρον ἀπειλῆς
καὶ Τυρίων ῥοθίων ψευδήμονα ταῦρον ὁδίτην,
Σιδονίης ἀκίχητον ἀπευθέος ἅρπαγα νύμφης.
325
Ἠλέκτρη δʼ ἀίουσα παρήγορον ἴαχε φωνήν·
Ξεῖνε, κασιγνήτην καὶ πατρίδα καὶ γενετῆρα
Ληθαίῃ στροφάλιγγι καὶ ἀμνήστῳ πόρε σιγῇ·
οὕτω γὰρ μερόπων φέρεται βίος ἄλλον ἐπʼ ἄλλῳ
μόχθον ἔχων, ὅτι πάντες, ὅσους βροτέη τέκε γαστήρ,
330
Μοιριδίου κλωστῆρος ἐδουλώθησαν ἀνάγκῃ·
μάρτυς ἐγώ, βασίλεια καὶ εἰ πέλον, εἴ ποτε κείνων
πληιάδων γενόμην καὶ ἐγὼ μία, τῶν ποτε μήτηρ
θηλυτέρας ὠδῖνας ἔσω μαιώσατο κόλπου,
ἑπτάκις Εἰλείθυιαν ἐῇ καλέσασα λοχείῃ
335
κέντρον ἐλαφρίζουσαν ἀμοιβαίου τοκετοῖο
μάρτυς ἐγώ· πατέρων γὰρ ἀπόπροθι δώματα ναίω,
οὐ Στεροπήν, οὐ Μαῖαν ὁμόστολον, οὐδὲ Κελαινὼ
σύγγονον ἐγγὺς ἔχουσα συνέστιον· οὐδʼ ἐνὶ κόλπῳ
γνωτῆς Τηϋγέτης Λακεδαίμονα δίξυγι παλμῷ
340
παιδοκόμῳ πήχυνα γεγηθότα κοῦρον ἀγοστῷ·
οὐ σχεδὸν Ἀλκυόνης ὁρόω δόμον, οὐδὲ καὶ αὐτῆς
φθεγγομένης Μερόπης φρενοτερπέα μῦθον ἀκούω.
πρὸς δʼ ἔτι καὶ τόδε μᾶλλον ὀδύρομαι· ἀρτιθαλὴς γὰρ
υἱὸς ἐμὸς λιπόπατρις, ὅτε χνόον ἔσχεν ἰούλων,
345
Δάρδανος Ἰδαίης μετανάσσατο κόλπον ἀρούρης,
καὶ φρυγίῳ Σιμόεντι θαλύσια δῶκε κομάων
Θυμβραίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
καὶ Λιβύης παρὰ τέρμα πατὴρ ἐμὸς εἰσέτι κάμνει
ὤμοις θλιβομένοισι, γέρων κυρτούμενος Ἄτλας,
350
αἰθέρος ἐπτάμωνον ἀερτάζων κενεῶνα.
ἔμπης τόσσα παθοῦσα παρήγορον ἐλπίδα βόσκω
Ζηνὸς ὑποσχεσίῃσιν, ὅτι γνωτῇσι σὺν ἄλλαις
ἐκ χθονὸς Ἀτλάντειον ἐλεύσομαι εἰς πόλον ἄστρων
οὐρανὸν οἶκον ἔχουσα, καὶ ἔσσομαι ἕβδομος ἀστήρ.
355
καὶ σὺ τεὰς πρήυνε μεληδόνας· ἀπροϊδὴς δὲ
εἰς σὲ βιοπλάγκτοιο τύχης στροφάλιγγα κυλίνδων
φρικτὸς ἀκινήτοιο μίτος σφρηγίσσατο Μοίρης·
τλῆθι φέρειν λιπόπατρις ἀκαμπέα δεσμὸν ἀνάγκης,
ἐσσομένων προκέλευθον ὑπέρτερον ἐλπίδα βόσκων,
360
εἰ γένος ἐρρίζωσε τεὸν πρωτόσπορος Ἰώ,
εἰ λάχες ἐκ Λιβύης Ποσιδήιον αἷμα γενέθλης·
μίμνε παρʼ ὀθνείοις, ἅτε Δάρδανος, οἰκία ναίων,
ναιετάων ξένον ἄστυ, πατὴρ τεὸς ὥς περ Ἀγήνωρ,
ὡς Δαναὸς γενετῆρος ἀδελφεός· ὅττι καὶ αὐτὸς
365
ἄλλος ἀνὴρ φερέοικος ἔχων γένος ἔνθεον Ἰοῦς,
αἰθέριον βλάστημα Διιπετές, οὔνομα Βύζας,
αὐτογόνου Νείλοιο πιὼν ἑπτάστομον ὕδωρ
γείτονα γαῖαν ἔνειμεν, ὅπῃ παρὰ Βόσπορον ἀκτὴν
Ἰναχίῃ δαμάλῃ πεπερημένον ἕλκεται ὕδωρ,
370
πᾶσι περικτιόνεσσι τιθεὶς φάος, ὁππότε κείνου
ἀκλινέος δόχμωσε μεμηνότος αὐχένα ταύρου.
εἶπεν Ἀγηνορίδαο κατευνάζουσα μερίμνας.
Ζεὺς δὲ πατὴρ προέηκε τανύπτερον υἱέα Μαίης
εἰς δόμον Ἠλέκτρης ταχὺν ἄγγελον, ὄφρά κε Κάδμῳ
375
Ἁρμονίην ὀπάσειεν ἐς ἁρμονίην ὑμεναίων,
παρθένον οὐρανόθεν μετανάστιον, ἣν Ἀφροδίτης
λαθριδίῃ φιλότητι γαμοκλόπος ἤροσεν Ἄρης·
καὶ βρέφος αἰδομένη κρυφίης αὐτάγγελον εὐνῆς
μήτηρ οὐκ ἀτίταλλεν, ἀπʼ αἰθερίοιο δέ κόλπου
380
πήχεϊ κεκλιμένην ἐπιμάζιον ἤγαγε κούρην
εἰς δόμον Ἠλέκτρης μαιήιον, ἧς τόκον Ὧραι
ὑγρὸν ἐμαιώσαντο λεχωίδες, ἧς ἔτι πυκνοὶ
ἀργεννὴν σφριγόωντες ἀνέβλυον ἰκμάδα μαζοί·
δεξαμένη δὲ θύγατρα νόθην ἰσόζυγι θεσμῷ
385
σύγχρονον Ἠμαθίωνος ἑνὶ ξυνώσατο μαζῷ
κούρην ἀρτιλόχευτον, ὁμοστόργῳ δὲ μενοινῇ
διχθαδίην θρεπτῆρι γονὴν κούφιζεν ἀγοστῷ.
ὡς δέ τις ἀγροτέρη διδυμητόκος ἔνδοθι λόχμης
λαχνήεσσα λέαινα γαλαξαίῃσιν ἐέρσαις
390
σκύμνοις ἀμφοτέροις διδυμάονας ἥρμοσε μαζοὺς
καὶ διδύμοις τεκέεσσι μεριζομένην πόρε θηλήν,
καὶ χρόα λιχμάζουσα καὶ ἄτριχον εἰσέτι δειρὴν
ἰσοτύποις κομιδῇσιν ἀνέτρεφεν ἥλικα φύτλην·
ὣς τότε παιδοκόμῳ φιλίῃ μαιώσατο θηλῇ
395
ἀρτιγόνων μεθέπουσα συνωρίδα δίζυγα τέκνων·
πολλάκι νήπιον υἷα συνέμπορον ἥλικι κούρῃ
πίονος ἔνθα καὶ ἔνθα μετάτροπον ἰκμάδι μαζοῦ
πεπταμένης πήχυνε φιλήτορι χειρὸς ἀγοστῷ·
γούνασι δʼ ἄρσενα παῖδα συνίδρυε θήλεϊ κούρῃ,
400
μηρὸν ἐφαπλώσασα κεχηνότα γείτονι μηρῷ,
κόλπον ἀνευρύνουσα βαθυνομένοιο χιτῶνος·
καὶ τεκέων κλάζουσα μέλος θελκτήριον ὕπνου
ἀμφοτέρους εὕδοντας ἐκοίμισε μαιάδι τέχνῃ,
πῆχυν ὑποστορέσασα συνήορον αὐχένι παίδων,
405
καί σφισι λέκτρον ἔθηκεν ἐὸν γόνυ, διχθαδίῳ δὲ
φάρεος ἄκρον ἕλισσε διαιθύσσουσα προσώπῳ,
τέκνα καταψύχουσα, καὶ ἔσβεσε καύματος ὁρμὴν
ἀντίτυπον φύσημα χέων ποιητὸς ἀήτης.
ὄφρα μὲν ἕζετο Κάδμος ἐχέφρονος ἐγγὺς ἀνάσσης,
410
τόφρα λαθὼν πυλαωρὸν ἑῷ ληίστορι ταρσῷ
ἀπροϊδὴς ἀκίχητος ἐς οἰκίον ἤιεν Ἑρμῆς
εἴκελος ἠιθέῳ· ῥοδέῳ δέ οἱ ἀμφὶ προσώπῳ
ἀσκεπέος κεχάλαστο παρήορος ὁλκὸς ἐθείρης
ἀμφιλαφής, στέψας δὲ νεότριχος ἄκρα παρειῆς
415
λεπτὸς ἀεξομένων ἐρυθαίνετο κύλος ἰούλων
ἀρτιφυὴς ἑκάτερθε περίδρομος· οἷα δὲ κῆρυξ
ἠθάδα ῥάβδον ἄειρεν· ἀθηήτῳ δὲ προσώπῳ
ἐκ κεφαλῆς νεφέεσσι κεκασμένος εἰς πόδας ἄκρους
πιαλέης ἐκίχησε πεπαυμένα δεῖπνα τραπέζης·
420
οὐδέ μιν Ἠμαθίων σχεδὸν ἔδρακεν, οὐδὲ καὶ αὐτὴ
Ἁρμονίη καὶ Κάδμος ὁμέστιος, οὐ χορὸς ἀνδρῶν
δούλιος· Ἠλέκτρῃ δὲ θεουδέι φαίνετο μούνῃ
Ἑρμῆς ποικιλόμυθος· ἑλὼν δέ μιν εἰς μυχὸν οἴκου
ἀπροϊδὴς ὀάριζε καὶ ἀνδρομέῃ φάτο φωνῇ·
425
Μητροκασιυνήτη, Διὸς εὐνέτι, χαῖρε, γυναικῶν
πασάων μετόπισθε μακαρτάτη, ὅττι Κρονίων
κοιρανίην κόσμοιο τεοῖς τεκέεσσι φυλάσσει,
καὶ χθονὸς ἄστεα πάντα κυβερνήσει σέο φύτλη,
ἕδνα τεῆς φιλότητος, ἐμῇ δʼ ἅμα μητέρι Μαίῃ
430
ἄστρασιν ἑπταπόροισι συναστράψειας Ὀλύμπῳ
σύνδρομος Ἠελίοιο, συναντέλλουσα Σελήνῃ.
εἰμὶ τεῆς, φιλότεκνε, γουῆς ἐμφύλιος Ἑρμῆς,
ἄγγελος ἀθανάτων τανυαίπτερος, οὐρανόθεν δὲ
ξείνιος ὑψιμέδων με τεὸς προέηκεν ἀκοίτης
435
ἀμφὶ τεοῦ ξείνοιο θεουδέος· ἀλλὰ καὶ αὐτὴ
πείθεο σῷ Κρονίωνι, καὶ Ἁρμονίην σέο κούρην
πέμπε μολεῖν ἀνάεδνον ὁμόστολον ἥλικι Κάδμῳ,
καὶ Διὶ μακάρεσσι χαρίζεο· τειρομένους γὰρ
ἀθανάτους ὁ ξεῖνος ὅλους ἐσάωσεν ἀείδων·
440
οὗτος ἀνὴρ μογέοντι τεῷ χραίσμησεν ἀκοίτῃ,
οὗτος ἀνὴρ ἐπέτασσεν ἐλεύθερον ἦμαρ Ὀλύμπῳ.
μή σε τεὴ θέλξειε γόῳ φιλομήτορι κούρη·
ἀλλά μιν εἰς ὑμένσιον ἀλεξικάκῳ πόρε Κάδμῳ
πειθομένη Κρονίωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.
Tap any Greek word to look it up