EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Ζηνόφαντος καὶ Καλλιδημίδης.
§1.1 σὺ δέ, Καλλιδημίδη, πῶς ἀπέθανες; ἐγὼ μὲν γὰρ ὅτι παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην, οἶσθα· παρῆς γὰρ ἀποθνήσκοντί μοι.
§1.2 παρῆν, Ζηνόφαντε· τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα;
§1.3 τὸν ἄτεκνον, τὸν πλούσιον, σε τὰ πολλὰ ᾔδειν συνόντα.
§1.4 ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπʼ ἐμοὶ τεθνήξεσθαι. ἐπεὶ δὲ τὸ πρᾶγμα ἐς μήκιστον ἐπεγίνετο καὶ ὑπὲρ τὸν Τιθωνὸν γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξεῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδὰν τάχιστα Πτοιόδωρος αἰτήσῃ πιεῖν, — πίνει δὲ ἐπιεικῶς ζωρότερονἐμβαλόντα ἐς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσειεν, ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
§1.5 τί οὖν ἐγένετο; πάνυ γάρ τι παράδοξον ἐρεῖν ἔοικας.
§2.1 ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ μειρακίσκος κύλικας ἑτοίμους ἔχων τὴν μὲν τῷ Πτοιοδώρῳ τὴν ἔχουσαν τὸ φάρμακον, τὴν δὲ ἑτέραν ἐμοί, σφαλεὶς οὐκ οἶδʼ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντʼ ἐκείνου νεκρός. τί τοῦτο γελᾷς, Ζηνόφαντε; καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν
§2.2 ἀστεῖα γάρ, Καλλιδημίδη, πέπονθας. γέρων δὲ τί πρὸς ταῦτα;
§2.3 πρῶτον μὲν ὑπεταράχθη πρὸς τὸ αἰφνίδιον, εἶτα συνείς, οἶμαι, τὸ γεγενημένον ἐγέλα καὶ αὐτός, οἷά γε οἰνοχόος εἴργασται.
§2.4 πλὴν ἀλλʼ οὐδὲ σὲ τὴν ἐπίτομον ἐχρῆν τραπέσθαι· ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον, εἰ καὶ ὀλίγῳ βραδύτερον.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up