EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Τερψίων καὶ Πλούτων.
§1.1 τοῦτο, Πλούτων, δίκαιον, ἐμὲ μὲν τεθνάναι τριάκοντα ἔτη γεγονότα, τὸν δὲ ὑπὲρ τὰ ἐνενήκοντα γέροντα Θούκριτον ζῆν ἔτι;
§1.2 δικαιότατον μὲν οὖν, Τερψίων, εἴ γε ο μὲν ζῇ μηδένα εὐχόμενος ἀποθανεῖν τῶν φίλων, σὺ δὲ παρὰ πάντα τὸν χρόνον ἐπεβούλευες αὐτῷ περιμένων τὸν κλῆρον.
§1.3 οὐ γὰρ ἐχρῆν γέροντα ὄντα καὶ μηκέτι χρήσασθαι τῷ πλούτῳ αὐτὸν δυνάμενον ἀπελθεῖν τοῦ βίου παραχωρήσαντα τοῖς νέοις;
§1.4 καινά, Τερψίων, νομοθετεῖς, τὸν μηκέτι τῷ πλούτῳ χρήσασθαι δυνάμενον πρὸς ἡδονὴν ἀποθνήσκειν· τὸ δὲ ἄλλως Μοῖρα καὶ φύσις διέταξεν.
§2 οὐκοῦν ταύτης αἰτιῶμαι τῆς διατάξεως· ἐχρῆν γὰρ τὸ πρᾶγμα ἑξῆς πως γίνεσθαι, τὸν πρεσβύτερον πρότερον καὶ μετὰ τοῦτον ὅστις καὶ τῇ ἡλικίᾳ μετʼ αὐτόν, ἀναστρέφεσθαι δὲ μηδαμῶς, μηδὲ ζῆν μὲν τὸν ὑπέργηρων ὀδόντας τρεῖς ἔτι λοιποὺς ἔχοντα, μόγις ὁρῶντα, οἰκέταις τέτταρσιν ἐπικεκυφότα, κορύζης μὲν τὴν ῥῖνα, λήμης δὲ τοὺς ὀφθαλμοὺς μεστὸν ὄντα, οὐδὲν ἔτι ἡδὺ εἰδότα, ἔμψυχόν τινα τάφον ὑπὸ τῶν νέων καταγελώμενον, ἀποθνήσκειν δὲ καλλίστους καὶ ἐρρωμενεστάτους νεανίσκους· ἄνω γὰρ ποταμῶν τοῦτό γε· τὸ τελευταῖον εἰδέναι ἐχρῆν, πότε καὶ τεθνήξεται τῶν γερόντων ἕκαστος, ἵνα μὴ μάτην ἂν ἐνίους ἐθεράπευον. νῦν δὲ τὸ τῆς παροιμίας, ἅμαξα τὸν βοῦν πολλάκις ἐκφέρει.
§3 ταῦτα μέν, Τερψίων, πολὺ συνετωτερα γίνεται ἤπερ σοὶ δοκεῖ. καὶ ὑμεῖς δὲ τί παθόντες ἀλλοτρίοις ἐπιχαίνετε καὶ τοῖς ἀτέκνοις τῶν γερόντων ἐσποιεῖτε φέροντες αὑτούς; τοιγαροῦν γέλωτα ὀφλισκάνετε πρὸ ἐκείνων κατορυττόμενοι, καὶ τὸ πρᾶγμα τοῖς πολλοῖς ἥδιστον γίνεται· ὅσῳ γὰρ ὑμεῖς ἐκείνους ἀποθανεῖν εὔχεσθε, τοσούτῳ ἅπασιν ἡδὺ προαποθανεῖν ὑμᾶς αὐτῶν. καινὴν γάρ τινα ταύτην τεχνην ἐπινενοήκατε γραῶν καὶ γερόντων ἐρῶντες, καὶ μάλιστα εἰ ἄτεκνοι εἶεν, οἱ δὲ ἔντεκνοι ὑμῖν ἀνέραστοι. καίτοι πολλοὶ ἤδη τῶν ἐρωμένων συνέντες ὑμῶν τὴν πανουργίαν τοῦ ἔρωτος, ἢν καὶ τύχωσι παῖδας ἔχοντες, μισεῖν αὐτοὺς πλάττονται, ὡς καὶ αὐτοὶ ἐραστὰς ἔχωσιν· εἶτα ἐν ταῖς διαθήκαις ἀπεκλείσθησαν μὲν οἱ πάλαι δορυφορήσαντες, δὲ παῖς καὶ φύσις, ὥσπερ ἐστὶ δίκαιον, κρατοῦσι πάντων, οἱ δὲ ὑποπρίουσι τοὺς ὀδόντας ἀποσμυγέντες.
§4 ἀληθῆ ταῦτα φής· ἐμοῦ γοῦν Θούκριτος πόσα κατέφαγεν ἀεὶ τεθνήξεσθαι δοκῶν καὶ ὁπότε ἐσίοιμι ὑποστένων καὶ μύχιόν τι καθάπερ ἐξ ᾠοῦ νεοττὸς ἀτελὴς ὑποκρώζων, ὥστʼ ἔγωγε ὅσον αὐτίκα οἰόμενος ἐπιβήσειν αὐτὸν τῆς σοροῦ ἔπεμπόν τε πολλά, ὡς μὴ ὑπερβάλλοιντό με οἱ ἀντερασταὶ τῇ μεγαλοδωρεᾷ, καὶ τὰ πολλὰ ὑπὸ φροντίδων ἄγρυπνος ἐκείμην ἀριθμῶν ἕκαστα καὶ διατάττων. ταῦτα γοῦν μοι καὶ τοῦ ἀποθανεῖν αἴτια γεγένηται, ἀγρυπνία καὶ φροντίδες· δὲ τοσοῦτόν μοι δέλεαρ καταπιὼν ἐφειστήκει θαπτομένῳ πρῴην ἐπιγελῶν.
§5.1 εὖ γε, Θούκριτε, ζώοις ἐπὶ μήκιστον πλουτῶν ἅμα καὶ τῶν τοιούτων καταγελῶν, μηδὲ πρότερόν γε σὺ ἀποθάνοις προπέμψας πάντας τοὺς κόλακας.
§5.2 τοῦτο μέν, Πλούτων, καὶ ἐμοὶ ἥδιστον ἤδη, εἰ καὶ Χαροιάδης προτεθνήξεται Θουκρίτου.
§5.3 θάρρει, Τερψίων· καὶ Φείδων γὰρ καὶ Μέλανθος καὶ ὅλως ἅπαντες προελεύσονται αὐτοῦ ὑπὸ ταῖς αὐταῖς φροντίσιν.
§5.4 ἐπαινῶ ταῦτα. ζώοις ἐπὶ μήκιστον, Θουκριτε.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up