EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Χάρων, Ἑρμῆς, καὶ Μένιππος.
§1.1 ἀπόδος, κατάρατε, τὰ πορθμεῖα.
§1.2 βόα, εἰ τοῦτό σοι, Χάρων, ἥδιον.
§1.3 ἀπόδος, φημί, ἀνθʼ ὧν σε διεπορθμεύσαμεν.
§1.4 οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
§1.5 ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
§1.6 εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δʼ οὐκ ἔχω.
§1.7 καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, μιαρέ, ἢν μὴ ἀποδῷς.
§1.8 κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
§1.9 μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
§1.10 Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
§2.1 νὴ Δίʼ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
§2.2 οὐκ ἀποστήσομαί σου.
§2.3 τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλʼ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
§2.4 σὺ δʼ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;
§2.5 Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
§2.6 μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
§2.7 οὐ προῖκα, βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
§2.8 οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
§3.1 οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
§3.2 χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω.
§3.3 μὴ ἐνόχλει οὖν.
§3.4 δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
§3.5 θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
§3.6 πόθεν τοῦτον ἡμῖν, Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾅδων οἰμωζόντων ἐκείνων.
§3.7 ἀγνοεῖς, Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν Μένιππος.
§3.8 καὶ μὴν ἄν σε λάβω ποτέ
§3.9 ἂν λάβῃς, βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up