EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Πλούτων καὶ Ἑρμῆς.
§1.1 τὸν γέροντα οἶσθα, τὸν πάνυ γεγηρακότα λέγω, τὸν πλούσιον Εὐκράτην, παῖδες μὲν οὐκ εἰσίν, οἱ τὸν κλῆρον δὲ θηρῶντες πεντακισμύριοι;
§1.2 ναί, τὸν Σικυώνιον φής. τί οὖν;
§1.3 ἐκεῖνον μέν, Ἑρμῆ, ζῆν ἔασον ἐπὶ τοῖς ἐνενήκοντα ἔτεσιν, βεβίωκεν, ἐπιμετρήσας ἄλλα τοσαῦτα, εἰ δὲ οἷόν τε ἦν, καὶ ἔτι πλείω, τους δὲ κόλακας αὐτοῦ Χαρῖνον τὸν νέον καὶ Δάμωνα καὶ τοὺς ἄλλους κατάσπασον ἐφεξῆς ἅπαντας.
§1.4 ἄτοπον ἂν δόξειε τὸ τοιοῦτον.
§1.5 οὐ μὲν οὖν, ἀλλὰ δικαιότατον· τί γὰρ ἐκεῖνοι παθόντες εὔχονται ἀποθανεῖν ἐκεῖνον τῶν χρημάτων ἀντιποιοῦνται οὐδὲν προσήκοντες; δὲ πάντων ἐστὶ μιαρώτατον, ὅτι καὶ τὰ τοιαῦτα εὐχόμενοι ὅμως θεραπεύουσιν ἔν γε τῷ φανερῷ, καὶ νοσοῦντος μὲν βουλεύονται πᾶσι πρόδηλα, θύσειν δὲ ὅμως ὑπισχνοῦνται, ἢν ῥαΐσῃ, καὶ ὅλως ποικίλη τις κολακεία τῶν ἀνδρῶν. διὰ ταῦτα μὲν ἔστω ἀθάνατος, οἱ δὲ προαπίτωσαν αὐτοῦ μάτην ἐπιχανόντες.
§2.1 γελοῖα πείσονται, πανοῦργοι ὄντες· πολλὰ κἀκεῖνος εὖ μάλα διαβουκολεῖ αὐτοὺς καὶ ἐλπίζει, καὶ ὅλως ἀεὶ θανόντι ἐοικὼς ἔρρωται πολὺ μᾶλλον τῶν νέων. οἱ δὲ ἤδη τὸν κλῆρον ἐν σφίσι διῃρημένοι βόσκονται ζωὴν μακαρίαν πρὸς ἑαυτοὺς τιθέντες.
§2.2 οὐκοῦν μὲν ἀποδυσάμενος τὸ γῆρας ὥσπερ Ἰόλεως ἀνηβησάτω, οἱ δὲ ἀπὸ μέσων τῶν ἐλπίδων τὸν ὀνειροποληθέντα πλοῦτον ἀπολιπόντες ἡκέτωσαν ἤδη κακοὶ κακῶς ἀποθανόντες.
§2.3 Ἀμέλησον, Πλούτων μετελεύσομαι γάρ σοι ἤδη αὐτοὺς καθʼ ἕνα ἑξῆς· ἑπτὰ δέ, οἶμαι, εἰσί.
§2.4 Κατάσπα, δὲ παραπέμψει ἕκαστον ἀντὶ γέροντος αὖθις πρωθήβης γενόμενος.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up