EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Μένιππος, Αἰακός καὶ Πυθαγόρας.
§1.1 πρὸς τοῦ Πλούτωνος, Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.
§1.2 οὐ ῥᾴδιον, Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὑτοσὶ μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασε, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας ἐσιών.
§1.3 οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐνδόξους αὐτῶν.
§1.4 οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
§2.1 βαβαῖ, Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα οὗτος δέ, Αἰακέ, τίς ἐστι;
§2.2 Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, δʼ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, δʼ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.
§2.3 εἶτα σέ, κάθαρμα, Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον δέ, Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.
§2.4 μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
§2.5 οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως ἀνδρογύνῳ γε ὄντι.
§3.1 βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
§3.2 νὴ Δία γε.
§3.3 πρῶτος οὗτός σοι Πυθαγόρας ἐστί.
§3.4 χαῖρε, Εὔφορβε Ἄπολλον τι ἂν ἐθέλῃς.
§3.5 νὴ Δία καὶ σύ γε, Μένιππε.
§3.6 οὐκέτι χρυσοῦς μηρός ἐστί σοι;
§3.7 οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον πήρα ἔχει.
§3.8 κυάμους, ὦγαθέ· ὥστε οὐ τοῦτό σοι ἐδώδιμον.
§3.9 δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.
§4.1 οὗτος δὲ Σόλων Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρʼ αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
§4.2 ἄλυποι, Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων. δὲ σποδοῦ πλέως ὥσπερ ἐγκρυφίας ἄρτος, τὰς φλυκταίνας ἐξηνθηκώς, τίς ἐστιν;
§4.3 Ἐμπεδοκλῆς, Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
§4.4 χαλκόπου βέλτιστε, τί παθὼν σαυτὸν ἐς τοὺς κρατῆρας ἐνέβαλες;
§4.5 Μελαγχολία τις, Μένιππε.
§4.6 οὐ μὰ Δίʼ, ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν ἀλλʼ οὐδέν σε τὸ σόφισμα ὤνησεν· ἐφωράθης γὰρ τεθνεώς. Σωκράτης δέ, Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;
§4.7 μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
§4.8 ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
§4.9 ὁρᾷς τὸν φαλακρόν;
§4.10 ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.
§4.11 τὸν σιμὸν λέγω.
§4.12 καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
§5.1 ἐμὲ ζητεῖς, Μένιππε;
§5.2 καὶ μάλα, Σώκρατες.
§5.3 τί τὰ ἐν Ἀθήναις;
§5.4 πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
§5.5 μάλα πολλοὺς ἑώρακα.
§5.6 ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, μὲν ἀποπνέων μύρου, δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
§5.7 περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
§5.8 εὐδαίμων, Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦταδεῖ γάρ, οἶμαι, τἀληθῆ λέγεινοὐδὲν εἰδότα.
§5.9 καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.
§6.1 τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;
§6.2 Χαρμίδης, Μένιππε, καὶ Φαῖδρος καὶ τοῦ Κλεινίου.
§6.3 εὖ γε, Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
§6.4 τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
§6.5 μὰ Δίʼ, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.
§6.6 κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δʼ ἐσαῦθις ὄψει, Μένιππε.
§6.7 ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, Αἰακέ.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up