EN Lat Orig
Διογένης καὶ Πολυδεύκης Πλούτων κατὰ Μενίππος Μένιππος, Ἀμφίλοχος καὶ Τροφώνιος Ἑρμῆς καὶ Χάρων. Πλούτων καὶ Ἑρμῆς. Τερψίων καὶ Πλούτων. Ζηνόφαντος καὶ Καλλιδημίδης. Κνήμων καὶ Δάμνιππος. Σιμύλος καὶ Πολύστρατος. Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. Κράτης καὶ Διογένης. Ἀλέξανδρος, Ἀννίβας, Μίνως καὶ Σκηπίων. Διογένης καὶ Ἀλέξανδρος. Φίλιππος καὶ Ἀλέξανδρος. Ἀχιλλεὺς καὶ Ἀντίλοχος. Διογένης καὶ Ἡρακλῆς. Μένιππος καὶ Τάνταλος. Μένιππος καὶ Ἑρμῆς. Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. Μένιππος, Αἰακός καὶ Πυθαγόρας. Μένιππος καὶ Κέρβερος. Χάρων, Ἑρμῆς, καὶ Μένιππος. Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη. Διογένης καὶ Μαύσωλος. Νιρεὺς καὶ Θερσίτης καὶ Μένιππος. Μένιππος καὶ Χείρων. Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. Μένιππος καὶ Τειρεσίας. Αἶας καὶ Ἀγαμέμνων. Μίνως καὶ Σώστρατος.
Πρωτεσίλεως, Πλούτων, καὶ Περσεφόνη.
§1.1 δέσποτα καὶ βασιλεῦ καὶ ἡμέτερε Ζεῦ καὶ σὺ Δήμητρος θύγατερ, μὴ ὑπερίδητε δέησιν ἐρωτικήν.
§1.2 σὺ δὲ τίνων δέῃ παρʼ ἡμῶν; τίς ὢν τυγχάνεις;
§1.3 εἰμὶ μὲν Πρωτεσίλεως Ἰφίκλου Φυλάκιος συστρατιώτης τῶν Ἀχαιῶν καὶ πρῶτος ἀποθανὼν τῶν ἐπʼ Ἰλίῳ. δέομαι δὲ ἀφεθεὶς πρὸς ὀλίγον ἀναβιῶναι πάλιν.
§1.4 τοῦτον μὲν τὸν ἔρωτα, Πρωτεσίλαε, πάντες νεκροὶ ἐρῶσι, πλὴν οὐδεὶς ἂν αὐτῶν τύχοι.
§1.5 ἀλλʼ οὐ τοῦ ζῆν, Ἀϊδωνεῦ, ἐρῶ ἔγωγε, τῆς γυναικὸς δέ, ἣν νεόγαμον ἔτι ἐν τῷ θαλάμῳ καταλιπὼν ᾠχόμην ἀποπλέων, εἶτα κακοδαίμων ἐν τῇ ἀποβάσει ἀπέθανον ὑπὸ τοῦ Ἕκτορος. οὖν ἔρως τῆς γυναικὸς οὐ μετρίως ἀποκναίει με, δέσποτα, καὶ βούλομαι κἂν πρὸς ὀλίγον ὀφθεὶς αὐτῇ καταβῆναι πάλιν.
§2.1 οὐκ ἔπιες, Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;
§2.2 καὶ μάλα, δέσποτα· τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
§2.3 οὐκοῦν περίμεινον· ἀφίξεται γὰρ κἀκείνη ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
§2.4 ἀλλʼ οὐ φέρω τὴν διατριβήν, Πλούτων· ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
§2.5 εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι μετʼ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
§2.6 οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρʼ ὑμᾶς, ὥστε ἀνθʼ ἑνὸς δύο νεκροὺς λήψει μετʼ ὀλίγον.
§2.7 οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.
§3.1 ἀναμνήσω σε, Πλούτων· Ὀρφεῖ γὰρ διαὐτὴν ταύτην τὴν αἰτίαν τὴν Εὐρυδίκην παρέδοτε καὶ τὴν ὁμογενῆ μου Ἄλκηστιν παρεπέμψατε Ἡρακλεῖ χαριζόμενοι.
§3.2 θελήσεις δὲ οὕτως κρανίον γυμνὸν ὢν καὶ ἄμορφον τῇ καλῇ σου ἐκείνῃ νύμφῃ φανῆναι; πῶς δὲ κἀκείνη προσήσεταί σε οὐδὲ δυναμένη διαγνῶναι; φοβή σεται γὰρ εὖ οἶδα καὶ φεύξεταί σε καὶ μάτην ἔσῃ τοσαύτην ὁδὸν ἀνεληλυθώς.
§3.3 οὐκοῦν, ἄνερ, σὺ καὶ τοῦτο ἴασαι καὶ τὸν Ἑρμῆν κέλευσον, ἐπειδὰν ἐν τῷ φωτὶ ἤδη Πρωτεσίλαος , καθικόμενον ἐν τῇ ῥάβδῳ νεανίαν εὐθὺς καλὸν ἀπεργάσασθαι αὐτόν, οἷος ἦν ἐκ τοῦ παστοῦ.
§3.4 ἐπεὶ Φερσεφόνῃ συνδοκεῖ, ἀναγαγὼν τοῦτον αὖθις ποίησον νυμφίον· σὺ δὲ μέμνησο μίαν λαβὼν ἡμέραν.
Tap any Greek word to look it up
An open-access project
Jacobitz 1909
Teubner
Jacobitz, Teubner, 1909 · 1909
The Editor

Karl Jacobitz (1810–1889) was a German classical scholar who produced the standard Teubner edition of Lucian's complete works. Working systematically through the large and varied Lucianic corpus, Jacobitz collated manuscripts and established texts for dozens of dialogues, satires, and rhetorical exercises. His edition was the scholarly standard for over half a century.

About This Edition

Jacobitz's Teubner Lucian, published in multiple volumes during the mid-19th century, provided the first comprehensive critical edition of Lucian's works. The text is based on manuscript collation with a full apparatus criticus. M. D. Macleod's OCT (1972–1987) has since superseded Jacobitz for most scholarly purposes, but the Teubner edition remains frequently cited in older secondary literature.

Tap any Greek word to look it up