Third Stasimon
τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
πόλει μὲν εὐδοξία
780 καὶ στρατηλάταις δορὸς
διπλάζεται τιμά·
ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
τὰν ἄελπτον ἁμέραν
785 ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
Χρόνος παλαιὸς πατὴρ
ὤφελʼ ἁμερᾶν κτίσαι.
τί γάρ μʼ ἔδει παίδων;
790 τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
νῦν δʼ ὁρῶ σαφέστατον
κακόν, τέκνων φιλτάτων στερεῖσα.
Χορός
ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
795 τῶν οἰχομένων παίδων· μελέα
πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
κοινὸν ἐς Ἅιδην καταβᾶσα;
στεναγμόν, ματέρες,
τῶν κατὰ χθονὸς νεκρῶν
800 ἀύσατʼ ἀπύσατʼ ἀντίφωνʼ ἐμῶν
στεναγμάτων κλύουσαι.
παῖδες, πικρὸν φίλων
προσηγόρημα ματέρων,
προσαυδῶ σε τὸν θανόντα.
805 ἰὼ ἰώ.
805 τῶν γʼ ἐμῶν κακῶν ἐγώ.
αἰαῖ.
ἐπάθομεν
τὰ κύντατʼ ἄλγη κακῶν.
πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
ὁρῶσι κἀμὲ τὰν τάλαι-
810 ναν, τέκνων ἄπαιδα.
προσάγετε τῶν δυσπότμων
σώμαθʼ αἱματοσταγῆ,
σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
ἐν οἷς ἀγὼν ἐκράνθη.
815 δόθʼ, ὡς περιπτυχαῖσι δὴ
χέρας προσαρμόσασʼ ἐμοῖς
ἐν ἀγκῶσι τέκνα θῶμαι.
ἔχεις ἔχεις.
πημάτων γʼ ἅλις βάρος.
αἰαῖ.
τοῖς τεκοῦσι δʼ οὐ λέγεις;
820 ἀίετέ μου.
820 στένεις ἐπʼ ἀμφοῖν ἄχη.
εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
ἐμὸν δὲ μήποτʼ ἐζύγη
δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος
ἴδετε κακῶν πέλαγος,
825 ματέρες τάλαιναι τέκνων.
Χορός
κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
σποδὸν κάρᾳ κεχύμεθα.
Ἄδραστος
ἰὼ ἰώ μοί μοι·
κατά με πέδον γᾶς ἕλοι,
830 διὰ δὲ θύελλα σπάσαι,
πυρός τε φλογμὸς Διὸς ἐν κάρᾳ πέσοι.
Χορός
πικροὺς ἐσεῖδες γάμους,
πικρὰν δὲ Φοίβου φάτιν·
835 ἔρημά σʼ πολύστονος Οἰδιπόδα
δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up