Parodos
ἱκετεύω σε, γεραιά,
γεραιῶν ἐκ στομάτων, πρὸς
γόνυ πίπτουσα τὸ σόν·
45 ἄνομοιτέκνα λῦσαι. — φθιμένων
νεκύων οἳ καταλείπουσι μέλη
θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·
ἐσιδοῦσʼ οἰκτρὰ μὲν ὄσσων
δάκρυʼ ἀμφὶ βλεφάροις, ῥυ-
50 σὰ δὲ σαρκῶν πολιᾶν
καταδρύμματα χειρῶν· τί γάρ;
φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
Χορός
ἔτεκες καὶ σύ ποτʼ, πότνια, κοῦρον
55 φίλα ποιησαμένα λέ-
κτρα πόσει σῷ· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας,
μετάδος δʼ, ὅσσον ἐπαλγῶ μελέα ʼγὼ
φθιμένων οὓς ἔτεκον·
60 παράπεισον δὲ σόν, , λισσόμεθʼ, ἐλθεῖν
τέκνον Ἰσμηνὸν ἐμάν τʼ ἐς χέρα θεῖναι
νεκύων θαλερᾷ σώματʼ ἀλαίνοντʼ ἄταφα.
ὁσίως οὔχ, ὑπʼ ἀνάγκας δὲ προπίπτου-
σα προσαιτοῦσʼ ἔμολον δε-
ξιπύρους θεῶν θυμέλας·
65 ἔχομεν δʼ ἔνδικα, καὶ σοί
τι πάρεστι σθένος ὥστʼ εὐτεκνίᾳ δυσ-
τυχίαν τὰν παρʼ ἐμοὶ
καθελεῖν· οἰκτρὰ δὲ πάσχουσʼ ἱκετεύω
σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ʼν χερὶ θεῖναι
70 νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
ἀγὼν ὅδʼ ἄλλος ἔρχεται γόων γόων
διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
ἴτʼ ξυνῳδοὶ κτύποι,
ἴτʼ ξυναλγηδόνες,
75 χορὸν τὸν Ἅιδας σέβει,
διὰ παρῇδος ὄνυχα λευκὸν
αἱματοῦτε χρῶτά τε φόνιον·
τὰ γὰρ φθιτῶν
τοῖς ὁρῶσι κόσμος.
ἄπληστος ἅδε μʼ ἐξάγει χάρις γόων
80 πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας
ὑγρὰ ῥέουσα σταγὼν
ἄπαυστος αἰεί· γόων,
τὸ γὰρ θανόντων τέκνων
ἐπιπονόν τι κατὰ γυναῖκας
85 ἐς γόους πέφυκε πάθος. .
θανοῦσα τῶνδʼ
ἀλγέων λαθοίμαν.
Tap any Greek word to look it up
An open-access project
Murray 1913
OCT
Murray, OCT, 1913 · 1913
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

Tap any Greek word to look it up