Fourth Episode
Ἰάσων
ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι.
Μήδεια
Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
870 συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα.
ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
875 ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς;
880 οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς
885 κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων,
ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων,
καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει
νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
890 γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς,
οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε·
ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας,
895 ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα·
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν
900 ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ,
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
905 ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων.
Χορός
κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ·
καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν.
Ἰάσων
αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι·
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
910 γάμου παρεμπολῶντος ἀλλοίου πόσει.
ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος.
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
915 πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν·
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται
πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής·
920 ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον;
Μήδεια
925 οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι.
Ἰάσων
θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι.
Μήδεια
δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις·
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
Ἰάσων
τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις;
Μήδεια
930 ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα,
ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε.
ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους,
τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι.
ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ—
935 κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς,
μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις—
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ,
παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
940 αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
Ἰάσων
οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μήδεια
σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ἰάσων
μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
Μήδεια
945 εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
950 παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
955 πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ἰάσων
τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
960 δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μήδεια
μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
965 χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
970 πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
975 εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up