First Episode
Μήδεια
Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων,
215 μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν,
220 ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . .
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . .
οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
225 ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς,
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
230 πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν·
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
πόσιν πρίασθαι, δεσπότην τε σώματος
λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν.
235 κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν
ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν.
ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
240 ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ.
κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών.
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
245 ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης·
ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς·
ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον
ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί·
250 κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα
στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος·
σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι
βίου τ’ ὄνησις καὶ φίλων συνουσία,
255 ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς.
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260 ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ
πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν,
τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν·
265 ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ,
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χορός
δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας.
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς,
270 στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
Κρέων
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα·
καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου
275 τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν,
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μήδεια
αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι.
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
280 ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως·
τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
Κρέων
δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους—
μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν.
συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος·
285 σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι.
290 κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι,
ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν.
Μήδεια
φεῦ φεῦ.
οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον,
ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά.
χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ
295 παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς·
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι·
300 τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης.
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος,
τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
305 τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή.
σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς;
οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον—
ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην
310 ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν
μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν·
νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα
ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
315 σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
Κρέων
λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι·
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ,
320 ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός.
ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε·
ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μήδεια
μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.
Κρέων
325 λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ.
Μήδεια
ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρέων
φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς.
Μήδεια
ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρέων
πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μήδεια
330 φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
Κρέων
ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μήδεια
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν.
Κρέων
ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων.
Μήδεια
πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρέων
335 τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.
Μήδεια
μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . .
Κρέων
ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι.
Μήδεια
φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν.
Κρέων
τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
Μήδεια
340 μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν
καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα,
παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις.
οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ
345 πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν.
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
Κρέων
ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν,
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα·
350 καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι,
εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε.
355 νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν·
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει.
Χορός
δύστανε γύναι,
φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν;
360 ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν
ἐξευρήσεις;
ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
Μήδεια, κακῶν ἐπόρευσε.
Μήδεια
κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ;
365 ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω.
ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε,
εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην;
370 οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν.
ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο,
ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα
γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν
μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375 θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν.
πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι·
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος,
380 σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος.
ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι
δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη,
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν
385 σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
εἶἑν·
καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις;
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον,
390 ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον·
ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος,
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν.
395 οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
400 πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι,
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη·
ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας.
ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν
405 τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις,
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο.
ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν
γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται,
κακῶν δὲ πάντων τέκτονες σοφώταται.
Tap any Greek word to look it up
An open-access project
Murray 1902
OCT
Murray, OCT, 1902 · 1902
The Editor

Gilbert Murray (1866–1957) was Regius Professor of Greek at the University of Oxford from 1908 to 1936. Born in Sydney, Australia, he became one of the most prominent Hellenists of his age — both as a scholar and as a public intellectual who used verse translations of Greek tragedy to bring ancient drama to modern audiences. His translations of Euripides were staged in London's West End to considerable popular success. Beyond classics, Murray was a committed internationalist who helped draft the League of Nations covenant and served as chairman of the League of Nations Union.

About This Edition

Murray's OCT of Euripides, published in three volumes (1902–1909, revised 1913), provided the first modern critical text of all surviving Euripidean plays based on systematic manuscript collation. Murray worked primarily from the two principal manuscript families — the "select" manuscripts (L and P, preserving ten plays with extensive scholia) and the "alphabetical" manuscripts (preserving an additional nine plays). His text is considered moderately interventionist: Murray was willing to accept conjectures from the great Dutch and German scholars of the 18th and 19th centuries where he judged the manuscript text corrupt. James Diggle's OCT (1981–1994) has now superseded Murray's for scholarly purposes, though Murray's remains widely cited.

—

Tap any Greek word to look it up